Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.115 Aeschin. 2.117 (English) >>Aeschin. 2.120

2.116

τούτων δὲ ἀναγνωσθέντων ἀπεφηνάμην, ὅτι ἐμοὶ δοκεῖ δίκαιον εἶναι μὴ περιορᾶν κατεσκαμμένας τὰς ἐν Βοιωτοῖς πόλεις. ὅτι δ’ ἦσαν Ἀμφικτυονίδες καὶ ἔνορκοι, κατηριθμησάμην ἔθνη δώδεκα τὰ μετέχοντα τοῦ ἱεροῦ, Θετταλούς, Βοιωτούς, οὐ Θηβαίους μόνους, Δωριέας, Ἴωνας, Περραιβούς, Μάγνητας, Δόλοπας, [Note] Λοκρούς, Οἰταίους, Φθιώτας, Μαλιέας, Φωκέας. καὶ τούτων ἔδειξα ἕκαστον ἔθνος ἰσόψηφον γιγνόμενον, τὸ μέγιστον τῷ ἐλαχίστῳ, τὸν ἥκοντα ἐκ Δωρίου καὶ Κυτινίου ἴσον δυνάμενον Λακεδαιμονίοις, δύο γὰρ ψήφους ἕκαστον φέρει ἔθνος, πάλιν ἐκ τῶν Ἰώνων τὸν Ἐρετριᾶ καὶ Πριηνέα τοῖς Ἀθηναίοις, καὶ τοὺς ἄλλους κατὰ ταὐτά.

2.117

τὴν μὲν οὖν ἀρχὴν τῆς στρατείας ταύτης ὁσίαν καὶ δικαίαν ἀπεφηνάμην εἶναι· συλλεγέντων δὲ τῶν Ἀμφικτυόνων εἰς τὸ ἱερὸν καὶ τυχόντων σωτηρίας καὶ ψήφου, τοὺς αἰτίους τῆς ἐξ ἀρχῆς καταλήψεως τοῦ ἱεροῦ δίκης ἠξίουν τυχεῖν, μὴ τὰς πατρίδας αὐτῶν, ἀλλ’ αὐτοὺς τοὺς χειρουργήσαντας καὶ βουλεύσαντας, τὰς δὲ πόλεις παρεχούσας εἰς κρίσιν τοὺς ἀδικήσαντας ἀζημίους εἶναι. “εἰ δ’ ἐπεξελθὼν δυνάμει βεβαιώσεις τὰ Θηβαίων ἀδικήματα, παρ’ ὧν μὲν βοηθεῖς οὐκ ἀπολήψῃ χάριν· οὐ γὰρ ἂν δύναιο αὐτοὺς τηλικαῦτα εὐεργετῆσαι, ἡλίκα Ἀθηναῖοι πρότερον, ὧν οὐ μέμνηνται· οὓς δ’ ἐγκαταλείψεις, ἀδικήσεις, χρήσῃ δ’ ἐχθροῖς μείζοσιν, ἀλλ’ οὐ φίλοις.”

2.118

ἵνα δὲ μὴ διατρίβω τοὺς ἐκεῖ λόγους ῥηθέντας νυνὶ πρὸς ὑμᾶς ἀκριβῶς διεξιών, ἐν κεφαλαίῳ περὶ πάντων εἰπὼν παύσομαι. μὲν τύχη καὶ Φίλιππος ἦσαν τῶν ἔργων κύριοι, ἐγὼ δὲ τῆς εἰς ὑμᾶς εὐνοίας καὶ τῶν λόγων. παρ’ ἐμοῦ μὲν οὖν ἐρρήθη τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῖν, ἀπέβη δὲ οὐχ ὡς ἡμεῖς ηὐχόμεθα, ἀλλ’ ὡς Φίλιππος ἔπραξε. πότερον οὖν μηδὲν προθυμηθεὶς ἐργάσασθαι ἀγαθὸν δίκαιός ἐστιν εὐδοξεῖν, μηδὲν ὧν ἦν δυνατὸς ἐλλιπών; [Note] ἐν δὲ τῷ παρόντι νυνὶ πολλὰ διὰ τὸν καιρὸν παραλείπω.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.115 Aeschin. 2.117 (English) >>Aeschin. 2.120

Powered by PhiloLogic