Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.109 Aeschin. 2.112 (English) >>Aeschin. 2.115

2.111

καὶ προσέθηκε τὴν ἐπιμέλειαν τὴν αὑτοῦ καὶ προσκεφαλαίων θέσιν καὶ φυλακάς τινας καὶ ἀγρυπνίας διὰ τοὺς φθονοῦντας καὶ βουλομένους εἰς τὴν αὑτοῦ φιλοτιμίαν ὑβρίσαι, καὶ τά γε δὴ καταγέλαστα παντελῶς, ἐφ’ οἷς οἱ συμπρέσβεις ἐνεκαλύψαντο, ὡς ἐξένισε τοὺς πρέσβεις τοὺς Φιλίππου, ὡς ἐμισθώσατ’ αὐτοῖς, ὅτ’ ἀπῄεσαν, ὀρεικὰ ζεύγη καὶ συμπαρῄει ἐφ’ ἵππου, οὐ καταδὺς εἰς τὸ σκότος, ὥσπερ ἕτεροί τινες, ἀλλὰ φανερῶς ἐπιδεικνύμενος τὴν τῶν πραγμάτων θεραπείαν.

2.112

ἐκεῖνα δ’ ἤδη καὶ σφόδρα διωρθοῦτο· “οὐκ εἶπον, ὡς καλὸς εἶ· γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· οὐδ’ ὡς δεινὸς πιεῖν, [Note] σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· οὐδ’ ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι.” ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτ’ ἦν ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφ’ οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγίγνοντο.

2.113

ἐπειδὴ δέ ποτ’ ἐπαύσατο καὶ σιωπὴ ἐγένετο, ἠναγκαζόμην ἐγὼ λέγειν μετὰ τοιαύτην ἀπαιδευσίαν καὶ κολακείας αἰσχρᾶς ὑπερβολήν. καὶ μικρὰ μὲν [Note] προεῖπον ἐξ ἀνάγκης πρὸς τὴν προειρημένην κατὰ τῶν συμπρέσβεων ὑπ’ αὐτοῦ διαβολήν, λέγων ὅτι μέμψειαν ἡμᾶς Ἀθηναῖοι πρέσβεις οὐκ ἀπολογησομένους ἐν Μακεδονία περὶ ἡμῶν αὐτῶν, ἀλλ’ οἴκοθεν ἐκ τοῦ βίου δεδοκιμασμένους ἀξίους τῆς πόλεως εἶναι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.109 Aeschin. 2.112 (English) >>Aeschin. 2.115

Powered by PhiloLogic