Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.107 Aeschin. 2.109 (English) >>Aeschin. 2.112

2.108

ἐπειδὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, συνελέγησαν μὲν εἰς Πέλλαν αἱ πρεσβεῖαι, παρῆν δὲ Φίλιππος, καὶ τοὺς Ἀθηναίων πρέσβεις κῆρυξ ἐκάλει, πρῶτον μὲν παρῇμεν οὐ καθ’ ἡλικίαν, ὥσπερ ἐν τῇ προτέρᾳ πρεσβείᾳ, παρά τισιν εὐδοκίμει καὶ κόσμος εἶναι τῆς πόλεως ἐφαίνετο, ἀλλὰ κατὰ τὴν Δημοσθένους ἀναισχυντίαν. φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδ’ ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν.

2.109

ἀρξάμενος δὲ τοῦ λέγειν, [Note] πρῶτον διαβολήν τινα ὑπειπὼν κατὰ τῶν συμπρέσβεων, ὡς οὐχ ἅπαντες ὑπὲρ τῶν αὐτῶν οὐδ’ ὅμοιοι ταῖς δόξαις ἥκοιμεν, διεξῄει τὰς ὑπηρεσίας τὰς ὑπηργμένας εἰς Φίλιππον αὐτῷ, πρώτην μὲν τὴν τῷ [Note] ψηφίσματι τῷ Φιλοκράτους συνηγορίαν, ὅτε ἔφευγε παρανόμων ἐξεῖναι γράψας Φιλίππῳ πρέσβεις πρὸς Ἀθηναίους ὑπὲρ εἰρήνης πέμπειν· δεύτερον δὲ ὑπανέγνω τὸ ψήφισμα γεγραφὼς αὐτὸς ἦν, σπείσασθαι τῷ κήρυκι καὶ τῇ παρὰ Φιλίππου πρεσβεία, τρίτον δὲ τὸ περὶ τοῦ βουλεύσασθαι τὸν δῆμον ὑπὲρ εἰρήνης ἐν τακταῖς ἡμέραις.

2.110

καὶ προσέθηκέ τι τοιοῦτον ἐνθύμημα τῷ λόγῳ, ὅτι πρῶτος ἐπιστομίσαι τοὺς τὴν εἰρήνην ἐκκλῄοντας, οὐ τοῖς λόγοις, ἀλλὰ τοῖς χρόνοις. ἔπειθ’ ἕτερον ἐπήγετο ψήφισμα, τὸ καὶ περὶ συμμαχίας βουλεύσασθαι τὸν δῆμον, καὶ μετὰ ταῦτ’ ἤδη τὸ περὶ τῆς προεδρίας τῆς εἰς τὰ Διονύσια τοῖς πρέσβεσι τοῖς Φιλίππου ψήφισμα.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.107 Aeschin. 2.109 (English) >>Aeschin. 2.112

Powered by PhiloLogic