Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.104 Aeschin. 2.107 (English) >>Aeschin. 2.110

2.106

ταῦτα δ’ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις· [Note] καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δ’ οὖν παρ’ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· “ἅνθρωπος [Note] οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτ’ ἀγαθὸν ὑπολαμβάνων εἶναι.

2.107

πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλ’ ὧν ἂν εἴπω τι μὴ δέον, πράξω τι τῶν μὴ προστεταγμένων.” πέρας δὲ τοῦ πράγματος, ἐψηφίσαντο οἱ συμπρέσβεις, κατ’ ἄνδρα ἐπερωτώμενοι ἕκαστον [Note] ἡμῶν τι νομίζοι [Note] συμφέρειν, τοῦτο λέγειν. ὅτι δ’ ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε.Μαρτυρία

2.108

ἐπειδὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, συνελέγησαν μὲν εἰς Πέλλαν αἱ πρεσβεῖαι, παρῆν δὲ Φίλιππος, καὶ τοὺς Ἀθηναίων πρέσβεις κῆρυξ ἐκάλει, πρῶτον μὲν παρῇμεν οὐ καθ’ ἡλικίαν, ὥσπερ ἐν τῇ προτέρᾳ πρεσβείᾳ, παρά τισιν εὐδοκίμει καὶ κόσμος εἶναι τῆς πόλεως ἐφαίνετο, ἀλλὰ κατὰ τὴν Δημοσθένους ἀναισχυντίαν. φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδ’ ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.104 Aeschin. 2.107 (English) >>Aeschin. 2.110

Powered by PhiloLogic