Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.102 Aeschin. 2.106 (English) >>Aeschin. 2.108

2.104

πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δ’ ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν γέγραπται πράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλ’ τι ἂν δύνωνται ἀγαθόν· ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. εἰ μὲν οὖν ἡγεῖτο δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας [Note] πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτ’ ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι· νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν, ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν.

2.105

δεῖ δὴ τοὺς πρὸς τὰ κοινὰ φιλοτιμουμένους μὴ κατέχειν μὲν ἑτέρων χώραν πρέσβεων, οὓς ἐξῆν πέμπειν ἀνθ’ ἡμῶν Ἀθηναίους, αὐτοὺς δὲ τὰς πρὸς Θηβαίους ἀπεχθείας φεύγειν, ὧν εἷς ὢν Ἐπαμεινώνδας, [Note] οὐχ ὑποπτήξας τὸ τῶν Ἀθηναίων ἀξίωμα, εἶπε διαρρήδην ἐν τῷ πλήθει τῶν Θηβαίων, ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας.”

2.106

ταῦτα δ’ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις· [Note] καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δ’ οὖν παρ’ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· “ἅνθρωπος [Note] οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτ’ ἀγαθὸν ὑπολαμβάνων εἶναι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.102 Aeschin. 2.106 (English) >>Aeschin. 2.108

Powered by PhiloLogic