Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.96 Aeschin. 1.99 (English) >>Aeschin. 1.102

1.98

καὶ ὅτι ταῦτ’ ἀληθῆ λέγω, ἐνταῦθα μέντοι νὴ Δία σαφῶς πάνυ καὶ διαρρήδην ἐγὼ μαρτυροῦντας ὑμῖν τοὺς μάρτυρας παρέξομαι· οὐδεὶς γὰρ κίνδυνος, ὥσπερ ἐκεῖ, οὐδ’ αἰσχύνη πρόσεστιν οὐδεμία τῷ τἀληθῆ μαρτυροῦντι. τὴν μὲν γὰρ οἰκίαν τὴν ἐν ἄστει ἀπέδοθ’ οὗτος Ναυσικράτει τῷ κωμικῷ ποιητῇ, ὕστερον δ’ αὐτὴν ἐπρίατο παρὰ τοῦ Ναυσικράτους εἴκοσι μνῶν Κλεαίνετος χοροδιδάσκαλος· τὴν δ’ ἐσχατιὰν ἐπρίατο παρ’ αὐτοῦ Μνησίθεος Μυρρινούσιος, τόπον μὲν πολύν, δεινῶς δ’ ἐξηγριωμένον ὑπὸ τούτου·

1.99

τὸ δ’ Ἀλωπεκῆσι χωρίον, ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλ’ εἰ μή τι ἄλλο, ἐνταφῆναί γ’ [Note] ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτ’ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλ’ ἅπαντας πέπρακε. καὶ ταῦθ’ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω.

1.100

ὡς δὲ καὶ ἀργύριόν τισιν ἐδάνεισεν, κομισάμενος οὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμῖν τὸν Σφήττιον, ὃς ὠφείλησε μὲν ἐκείνῳ πλείους τριάκοντα μνᾶς, δ’ ἦν ὑπόλοιπον τελευτήσαντος τοῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπτὰ μνᾶς. [Note] καί μοι κάλει Μεταγένην Σφήττιον. [Note] πασῶν δὲ πρώτην ἀνάγνωθι τὴν Ναυσικράτους μαρτυρίαν τοῦ τὴν οἰκίαν πριαμένου· καὶ τὰς ἄλλας ἁπάσας λαβὲ περὶ ὧν ἐμνήσθην ἐν τῷ αὐτῷ. [Note]Μαρτυρίαι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.96 Aeschin. 1.99 (English) >>Aeschin. 1.102

Powered by PhiloLogic