Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.93 Aeschin. 1.96 (English) >>Aeschin. 1.99

1.95

εἰ δέ τις ἀγνοεῖ ταῦθ’ ὅπως ἔχει, ἐγὼ σαφέστερον αὐτὰ πειράσομαι διορίσαι τῷ λόγῳ. ἕως μὲν γὰρ ἀντήρκει τῆς ἐπικλήρου οὐσία ἣν Ἡγήσανδρος τοῦτον ἔχων ἔγημε, καὶ τὸ ἀργύριον ἦλθεν ἔχων ἐκ τῆς μετὰ Τιμομάχου ἀποδημίας, ἦσαν ἐπὶ πολλῆς ἀσελγείας καὶ ἀφθονίας· ἐπειδὴ δὲ ταῦτα μὲν ἀπωλώλει καὶ κατεκεκύβευτο καὶ κατωψοφάγητο, οὑτοσὶ δ’ ἔξωρος ἐγένετο, ἐδίδου δ’ εἰκότως οὐδεὶς ἔτι οὐδέν, δὲ βδελυρὰ φύσις καὶ ἀνόσιος ἀεὶ [Note] τῶν αὐτῶν ἐπεθύμει, καὶ καθ’ ὑπερβολὴν ἀκρασίας ἕτερον ἐφ’ ἑτέρῳ ἐπίταγμα ἐπέταττε,

1.96

καὶ ἀπεφέρετο εἰς τὸ καθ’ ἡμέραν ἔθος, ἐνταῦθα ἤδη ἐτράπετο ἐπὶ τὸ καταφαγεῖν τὴν πατρῴαν οὐσίαν. καὶ οὐ μόνον κατέφαγεν, ἀλλ’ εἰ οἷόν τ’ ἐστὶν εἰπεῖν, καὶ κατέπιεν. καὶ γὰρ οὐδὲ τῆς ἀξίας ἕκαστον τῶν κτημάτων ἀπέδοτο, οὐδ’ ἐδύνατ’ ἀναμένειν τὸ πλέον οὐδὲ τὸ λυσιτελοῦν, ἀλλὰ τοῦ ἤδη εὑρίσκοντος ἀπεδίδοτο· οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς.

1.97

τούτῳ γὰρ κατέλιπεν πατὴρ οὐσίαν, ἀφ’ ἧς ἕτερος μὲν κἂν [Note] ἐλῃτούργει, οὗτος δὲ οὐδ’ αὑτῷ διαφυλάξαι ἐδυνήθη· οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δ’ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα δέκα, ὧν ἕκαστος τούτῳ δύ’ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, δ’ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον· ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.93 Aeschin. 1.96 (English) >>Aeschin. 1.99

Powered by PhiloLogic