Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.93 Aeschin. 1.95 (English) >>Aeschin. 1.98

1.94

καίτοι λογογράφος γέ τις φησίν, μηχανώμενος αὐτῷ [Note] τὴν ἀπολογίαν, ἐναντία με λέγειν ἐμαυτῷ. οὐ γὰρ δὴ δοκεῖν [Note] εἶναι αὐτῷ δυνατὸν τὸν αὐτὸν ἄνθρωπον πεπορνεῦσθαι καὶ τὰ πατρῷα κατεδηδοκέναι· τὸ μὲν γὰρ ἡμαρτηκέναι τι περὶ τὸ σῶμα παιδὸς εἶναί φησι, τὸ δὲ τὰ πατρῷα κατεδηδοκέναι ἀνδρός. ἔτι δὲ τοὺς καταισχύνοντας αὑτοὺς μισθούς φησι πράττεσθαι τοῦ πράγματος· ἀποθαυμάζων οὖν περιέρχεται καὶ τερατευόμενος κατὰ τὴν ἀγοράν, εἰ αὐτὸς πεπόρνευταί τε καὶ τὰ πατρῷα κατεδήδοκεν.

1.95

εἰ δέ τις ἀγνοεῖ ταῦθ’ ὅπως ἔχει, ἐγὼ σαφέστερον αὐτὰ πειράσομαι διορίσαι τῷ λόγῳ. ἕως μὲν γὰρ ἀντήρκει τῆς ἐπικλήρου οὐσία ἣν Ἡγήσανδρος τοῦτον ἔχων ἔγημε, καὶ τὸ ἀργύριον ἦλθεν ἔχων ἐκ τῆς μετὰ Τιμομάχου ἀποδημίας, ἦσαν ἐπὶ πολλῆς ἀσελγείας καὶ ἀφθονίας· ἐπειδὴ δὲ ταῦτα μὲν ἀπωλώλει καὶ κατεκεκύβευτο καὶ κατωψοφάγητο, οὑτοσὶ δ’ ἔξωρος ἐγένετο, ἐδίδου δ’ εἰκότως οὐδεὶς ἔτι οὐδέν, δὲ βδελυρὰ φύσις καὶ ἀνόσιος ἀεὶ [Note] τῶν αὐτῶν ἐπεθύμει, καὶ καθ’ ὑπερβολὴν ἀκρασίας ἕτερον ἐφ’ ἑτέρῳ ἐπίταγμα ἐπέταττε,

1.96

καὶ ἀπεφέρετο εἰς τὸ καθ’ ἡμέραν ἔθος, ἐνταῦθα ἤδη ἐτράπετο ἐπὶ τὸ καταφαγεῖν τὴν πατρῴαν οὐσίαν. καὶ οὐ μόνον κατέφαγεν, ἀλλ’ εἰ οἷόν τ’ ἐστὶν εἰπεῖν, καὶ κατέπιεν. καὶ γὰρ οὐδὲ τῆς ἀξίας ἕκαστον τῶν κτημάτων ἀπέδοτο, οὐδ’ ἐδύνατ’ ἀναμένειν τὸ πλέον οὐδὲ τὸ λυσιτελοῦν, ἀλλὰ τοῦ ἤδη εὑρίσκοντος ἀπεδίδοτο· οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.93 Aeschin. 1.95 (English) >>Aeschin. 1.98

Powered by PhiloLogic