Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.90 Aeschin. 1.93 (English) >>Aeschin. 1.96

1.92

χρήσασθε δὴ παραδείγματι τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, τῷ ἀκριβεστάτῳ συνεδρίῳ τῶν ἐν τῇ πόλει. πολλοὺς γὰρ ἤδη ἔγωγε τεθεώρηκα ἐν τῷ βουλευτηρίῳ τούτῳ εὖ πάνυ εἰπόντας καὶ μάρτυρας πορισαμένους ἁλόντας· ἤδη δέ τινας κακῶς πάνυ διαλεχθέντας καὶ πρᾶγμα ἀμάρτυρον ἔχοντας οἶδα νικήσαντας. οὐ γὰρ ἐκ τοῦ λόγου μόνον οὐδ’ ἐκ τῶν μαρτυριῶν, ἀλλ’ ἐξ ὧν αὐτοὶ συνίσασι καὶ ἐξητάκασι, τὴν ψῆφον φέρουσι. τοιγάρτοι διατελεῖ τοῦτο τὸ συνέδριον εὐδοκιμοῦν ἐν τῇ πόλει.

1.93

τὸν αὐτὸν τοίνυν τρόπον, ἄνδρες Ἀθηναῖοι, καὶ ὑμεῖς τὴν κρίσιν ταύτην ποιήσασθε. πρῶτον μὲν μηδὲν ὑμῖν ἔστω πιστότερον ὧν αὐτοὶ σύνιστε καὶ πέπεισθε περὶ Τιμάρχου τουτουί, [Note] ἔπειτα τὸ πρᾶγμα θεωρεῖτε μὴ ἐκ τοῦ παρόντος, ἀλλ’ ἐκ τοῦ παρεληλυθότος χρόνου. οἱ μὲν γὰρ ἐν τῷ παρεληλυθότι χρόνῳ λόγοι λεγόμενοι περὶ Τιμάρχου καὶ τῶν τούτου ἐπιτηδευμάτων διὰ τὴν ἀλήθειαν ἐλέγοντο, οἱ δ’ ἐν τῇδε τῇ ἡμέρᾳ ῥηθησόμενοι διὰ τὴν κρίσιν τῆς ὑμετέρας ἀπάτης ἕνεκα. ἀπόδοτε οὖν τὴν ψῆφον τῷ πλείονι χρόνῳ καὶ τῇ ἀληθείᾳ καὶ οἷς αὐτοὶ σύνιστε.

1.94

καίτοι λογογράφος γέ τις φησίν, μηχανώμενος αὐτῷ [Note] τὴν ἀπολογίαν, ἐναντία με λέγειν ἐμαυτῷ. οὐ γὰρ δὴ δοκεῖν [Note] εἶναι αὐτῷ δυνατὸν τὸν αὐτὸν ἄνθρωπον πεπορνεῦσθαι καὶ τὰ πατρῷα κατεδηδοκέναι· τὸ μὲν γὰρ ἡμαρτηκέναι τι περὶ τὸ σῶμα παιδὸς εἶναί φησι, τὸ δὲ τὰ πατρῷα κατεδηδοκέναι ἀνδρός. ἔτι δὲ τοὺς καταισχύνοντας αὑτοὺς μισθούς φησι πράττεσθαι τοῦ πράγματος· ἀποθαυμάζων οὖν περιέρχεται καὶ τερατευόμενος κατὰ τὴν ἀγοράν, εἰ αὐτὸς πεπόρνευταί τε καὶ τὰ πατρῷα κατεδήδοκεν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.90 Aeschin. 1.93 (English) >>Aeschin. 1.96

Powered by PhiloLogic