Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.86 Aeschin. 1.89 (English) >>Aeschin. 1.92

1.88

ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, κατήγορος ὃς ἐνεχείρησ’ ἂν [Note] τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος; οὐ δῆτα. τί οὖν; ἀπέφυγον οἱ κρινόμενοι; μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν, πολὺ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τοῦ ἀνθρώπου· ἐκεῖνοι μέν γε οἱ ταλαίπωροι οὐ δυνάμενοι γῆρας ἅμα καὶ πενίαν ἀμύνεσθαι, τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ταύταις ἐχρήσαντο ταῖς συμφοραῖς, οὗτος δ’ οὐκ ἐθέλων τὴν ἑαυτοῦ βδελυρίαν κατέχειν.

1.89

εἰ μὲν τοίνυν ἦν ἀγὼν οὑτοσὶ ἐν πόλει ἐκκλήτῳ, ὑμᾶς ἂν ἔγωγε ἠξίωσα μάρτυράς μοι γενέσθαι, τοὺς ἄριστα εἰδότας ὅτι ἀληθῆ λέγω· εἰ δ’ μὲν ἀγών ἐστιν Ἀθήνησιν, οἱ δ’ αὐτοὶ δικασταί μοι καὶ μάρτυρές ἐστε τῶν λόγων, ἐμοὶ μὲν ἀναμιμνῄσκειν προσήκει, ὑμᾶς δέ μοι μὴ ἀπιστεῖν. καὶ γὰρ ἔμοιγε δοκεῖ Τίμαρχος οὑτοσί, ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ αὑτοῦ μόνον ἐσπουδακέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν ταὐτὰ διαπεπραγμένων αὐτῷ.

1.90

εἰ γὰρ μὲν πρᾶξις αὕτη ἔσται, ὥσπερ εἴωθε γίγνεσθαι, λάθρᾳ καὶ ἐν ἐρημίαις καὶ ἐν ἰδίαις οἰκίαις, δὲ ἄριστα μὲν εἰδώς, καταισχύνας δέ τινα τῶν πολιτῶν, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἔνοχος ἔσται τοῖς μεγίστοις ἐπιτιμίοις, δὲ κρινόμενος καταμεμαρτυρημένος ὑπὸ τοῦ ἑαυτοῦ βίου καὶ τῆς ἀληθείας ἀξιώσει μὴ ἐξ ὧν γιγνώσκεται, ἀλλ’ ἐκ τῶν μαρτυριῶν κρίνεσθαι, ἀνῄρηται νόμος καὶ ἀλήθεια, καὶ δέδεικται φανερὰ ὁδός, δι’ ἧς οἱ τὰ μέγιστα κακουργοῦντες ἀποφεύξονται.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.86 Aeschin. 1.89 (English) >>Aeschin. 1.92

Powered by PhiloLogic