Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.82 Aeschin. 1.87 (English) >>Aeschin. 1.90

1.85

ταύτην ἐγὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμῖν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ὃν [Note] ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει. οὐκοῦν ἄτοπον, ἄνδρες Ἀθηναῖοι, εἰ μηδὲν μὲν ἐμοῦ λέγοντος αὐτοὶ βοᾶτε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε τούτῳ, ἐμοῦ δὲ λὲγοντος ἐπιλέλησθε, καὶ μὴ γενομένης μὲν κρίσεως περὶ τοῦ πράγματος ἑάλω ἄν, γεγονότος δὲ ἐλέγχου ἀποφεύξεται.

1.86

ἐπεὶ δὲ ἐμνήσθην τῶν διαψηφίσεων καὶ τῶν Δημοφίλου πολιτευμάτων, βούλομαί τι καὶ ἄλλο παράδειγμα περὶ τούτων εἰπεῖν. γὰρ αὐτὸς οὗτος ἀνὴρ καὶ πρότερόν τι τοιοῦτον πολίτευμα ἐπολιτεύσατο. ᾐτιάσατό τινας εἶναι οἳ ἄρα ἐνεχείρουν συνδεκάζειν τὴν ἐκκλησίαν καὶ τἆλλα δικαστήρια, ὥσπερ καὶ νυνὶ Νικόστρατος· καὶ περὶ τούτων κρίσεις αἱ μὲν γεγόνασιν, [Note] αἱ δὲ ἐνεστᾶσιν ἔτι. [Note]

1.87

φέρε δὴ πρὸς τοῦ Διὸς καὶ θεῶν, εἰ ἐπὶ τὴν αὐτὴν ἐτράποντο ἀπολογίαν ἥνπερ Τίμαρχος νυνὶ καὶ οἱ συναγορεύοντες αὐτῷ, καὶ ἠξίουν διαρρήδην τινὰ μαρτυρεῖν περὶ τῆς αἰτίας τοὺς δικαστὰς μὴ πιστεύειν· πᾶσα δήπου ἀνάγκη ἦν ἐκ τοῦ λόγου τούτου μαρτυρεῖν τὸν μέν, ὡς ἐδέκαζε, τὸν δέ, ὡς ἐδεκάζετο, προκειμένης ἑκατέρῳ ζημίας ἐκ τοῦ νόμου θανάτου, ὥσπερ ἐνθάδε, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐφ’ ὕβρει, καὶ πάλιν ἐάν τις Ἀθηναίων ἐπὶ τῇ τοῦ σώματος αἰσχύνῃ ἑκὼν μισθαρνῇ.

1.88

ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, κατήγορος ὃς ἐνεχείρησ’ ἂν [Note] τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος; οὐ δῆτα. τί οὖν; ἀπέφυγον οἱ κρινόμενοι; μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν, πολὺ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τοῦ ἀνθρώπου· ἐκεῖνοι μέν γε οἱ ταλαίπωροι οὐ δυνάμενοι γῆρας ἅμα καὶ πενίαν ἀμύνεσθαι, τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ταύταις ἐχρήσαντο ταῖς συμφοραῖς, οὗτος δ’ οὐκ ἐθέλων τὴν ἑαυτοῦ βδελυρίαν κατέχειν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.82 Aeschin. 1.87 (English) >>Aeschin. 1.90

Powered by PhiloLogic