Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.82 Aeschin. 1.86 (English) >>Aeschin. 1.89

1.84

ὡς δ’ ἐπεμνήσθη τῶν οἰκοπέδων καὶ τῶν λάκκων, οὐδ’ ἀναλαβεῖν αὑτοὺς ἐδύνασθε. ἔνθα δὴ καὶ παρέρχεται Πύρρανδρος ἐπιτιμήσων ὑμῖν, καὶ ἤρετο τὸν δῆμον, εἰ οὐκ αἰσχύνοιντο γελῶντες παρούσης τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου. ὑμεῖς δ’ ἐξεβάλλετε αὐτὸν ὑπολαμβάνοντες· “ἴσμεν, Πύρρανδρε, ὅτι οὐ δεῖ γελᾶν τούτων ἐναντίον· ἀλλ’ οὕτως ἰσχυρόν ἐστιν ἀλήθεια, ὥστε πάντων ἐπικρατεῖν τῶν ἀνθρωπίνων λογισμῶν.”

1.85

ταύτην ἐγὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμῖν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ὃν [Note] ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει. οὐκοῦν ἄτοπον, ἄνδρες Ἀθηναῖοι, εἰ μηδὲν μὲν ἐμοῦ λέγοντος αὐτοὶ βοᾶτε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε τούτῳ, ἐμοῦ δὲ λὲγοντος ἐπιλέλησθε, καὶ μὴ γενομένης μὲν κρίσεως περὶ τοῦ πράγματος ἑάλω ἄν, γεγονότος δὲ ἐλέγχου ἀποφεύξεται.

1.86

ἐπεὶ δὲ ἐμνήσθην τῶν διαψηφίσεων καὶ τῶν Δημοφίλου πολιτευμάτων, βούλομαί τι καὶ ἄλλο παράδειγμα περὶ τούτων εἰπεῖν. γὰρ αὐτὸς οὗτος ἀνὴρ καὶ πρότερόν τι τοιοῦτον πολίτευμα ἐπολιτεύσατο. ᾐτιάσατό τινας εἶναι οἳ ἄρα ἐνεχείρουν συνδεκάζειν τὴν ἐκκλησίαν καὶ τἆλλα δικαστήρια, ὥσπερ καὶ νυνὶ Νικόστρατος· καὶ περὶ τούτων κρίσεις αἱ μὲν γεγόνασιν, [Note] αἱ δὲ ἐνεστᾶσιν ἔτι. [Note]

1.87

φέρε δὴ πρὸς τοῦ Διὸς καὶ θεῶν, εἰ ἐπὶ τὴν αὐτὴν ἐτράποντο ἀπολογίαν ἥνπερ Τίμαρχος νυνὶ καὶ οἱ συναγορεύοντες αὐτῷ, καὶ ἠξίουν διαρρήδην τινὰ μαρτυρεῖν περὶ τῆς αἰτίας τοὺς δικαστὰς μὴ πιστεύειν· πᾶσα δήπου ἀνάγκη ἦν ἐκ τοῦ λόγου τούτου μαρτυρεῖν τὸν μέν, ὡς ἐδέκαζε, τὸν δέ, ὡς ἐδεκάζετο, προκειμένης ἑκατέρῳ ζημίας ἐκ τοῦ νόμου θανάτου, ὥσπερ ἐνθάδε, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐφ’ ὕβρει, καὶ πάλιν ἐάν τις Ἀθηναίων ἐπὶ τῇ τοῦ σώματος αἰσχύνῃ ἑκὼν μισθαρνῇ.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.82 Aeschin. 1.86 (English) >>Aeschin. 1.89

Powered by PhiloLogic