Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.81 Aeschin. 1.85 (English) >>Aeschin. 1.88

1.83

ἀγνοήσας δ’ ὑμῶν τὸν θόρυβον, Αὐτόλυκος μάλα σκυθρωπάσας καὶ διαλιπὼν εἶπεν· “ἡμεῖς μέντοι, ἄνδρες Ἀθηναῖοι, οἱ Ἀρεοπαγῖται οὔτε κατηγοροῦμεν οὔτε ἀπολογούμεθα, οὐ γὰρ ἡμῖν πάτριόν ἐστιν, ἔχομεν δὲ τοιαύτην τινὰ συγγνώμην Τιμάρχῳ· οὗτος ἴσως,” ἔφη, “ᾠήθη ἐν τῇ ἡσυχίᾳ ταύτῃ μικρὸν ὑμῶν ἑκάστῳ ἀνάλωμα γίγνεσθαι.” πάλιν ἐπὶ τῇ ἡσυχίᾳ καὶ τῷ μικρῷ ἀναλώματι μείζων ἀπήντα παρ’ ὑμῶν μετὰ γέλωτος θόρυβος.

1.84

ὡς δ’ ἐπεμνήσθη τῶν οἰκοπέδων καὶ τῶν λάκκων, οὐδ’ ἀναλαβεῖν αὑτοὺς ἐδύνασθε. ἔνθα δὴ καὶ παρέρχεται Πύρρανδρος ἐπιτιμήσων ὑμῖν, καὶ ἤρετο τὸν δῆμον, εἰ οὐκ αἰσχύνοιντο γελῶντες παρούσης τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου. ὑμεῖς δ’ ἐξεβάλλετε αὐτὸν ὑπολαμβάνοντες· “ἴσμεν, Πύρρανδρε, ὅτι οὐ δεῖ γελᾶν τούτων ἐναντίον· ἀλλ’ οὕτως ἰσχυρόν ἐστιν ἀλήθεια, ὥστε πάντων ἐπικρατεῖν τῶν ἀνθρωπίνων λογισμῶν.”

1.85

ταύτην ἐγὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμῖν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ὃν [Note] ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει. οὐκοῦν ἄτοπον, ἄνδρες Ἀθηναῖοι, εἰ μηδὲν μὲν ἐμοῦ λέγοντος αὐτοὶ βοᾶτε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε τούτῳ, ἐμοῦ δὲ λὲγοντος ἐπιλέλησθε, καὶ μὴ γενομένης μὲν κρίσεως περὶ τοῦ πράγματος ἑάλω ἄν, γεγονότος δὲ ἐλέγχου ἀποφεύξεται.

1.86

ἐπεὶ δὲ ἐμνήσθην τῶν διαψηφίσεων καὶ τῶν Δημοφίλου πολιτευμάτων, βούλομαί τι καὶ ἄλλο παράδειγμα περὶ τούτων εἰπεῖν. γὰρ αὐτὸς οὗτος ἀνὴρ καὶ πρότερόν τι τοιοῦτον πολίτευμα ἐπολιτεύσατο. ᾐτιάσατό τινας εἶναι οἳ ἄρα ἐνεχείρουν συνδεκάζειν τὴν ἐκκλησίαν καὶ τἆλλα δικαστήρια, ὥσπερ καὶ νυνὶ Νικόστρατος· καὶ περὶ τούτων κρίσεις αἱ μὲν γεγόνασιν, [Note] αἱ δὲ ἐνεστᾶσιν ἔτι. [Note]



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.81 Aeschin. 1.85 (English) >>Aeschin. 1.88

Powered by PhiloLogic