Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.76 Aeschin. 1.80 (English) >>Aeschin. 1.84

1.79

φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτ’ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δ’ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δ’ ἐκ τοῦ νόμου τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, δὲ κῆρυξ οὑτοσὶ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· “τῶν ψήφων τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, δὲ πλήρης, ὅτῳ μή,” τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδ’ ὅτι κατέγνωτ’ ἂν αὐτοῦ.

1.80

εἰ δή τις με ἔροιτο ὑμῶν· “σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα;” εἴποιμ’ ἄν· “διότι πεπαρρησίασθέ [Note] μοι καὶ διείλεχθε.” καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος [Note] ἀναβῇ ἐπὶ τὸ βῆμα· [Note] καὶ βουλή, ὅτε ἐβούλευε [Note] πέρυσιν. εἰ γὰρ μνησθείη [Note] τειχῶν ἐπισκευῆς πύργου, ὡς ἀπήγετό ποι [Note] τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.

1.81

καὶ τὰ μὲν πολλὰ καὶ παλαιὰ ἐάσω, τὰ δὲ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γενόμενα, ὅτε ἐγὼ τὴν ἐπαγγελίαν ταύτην Τιμάρχῳ ἐπήγγειλα, ταῦθ’ ὑμᾶς ἀναμνῆσαι βούλομαι.

τῆς γὰρ βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ πρόσοδον ποιουμένης πρὸς τὸν δῆμον κατὰ τὸ ψήφισμα, οὗτος εἰρήκει περὶ τῶν οἰκήσεων τῶν ἐν τῇ Πυκνί, ἦν μὲν τὸν λόγον λέγων ἐκ τῶν Ἀρεοπαγιτῶν Αὐτόλυκος, καλῶς νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ σεμνῶς καὶ ἀξίως ἐκείνου τοῦ συνεδρίου βεβιωκώς·



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.76 Aeschin. 1.80 (English) >>Aeschin. 1.84

Powered by PhiloLogic