Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.70 Aeschin. 1.74 (English) >>Aeschin. 1.76

1.72

οὐ γὰρ ἔγωγε ὑπολαμβάνω οὕτως ὑμᾶς ἐπιλήσμονας εἶναι, ὥστε ἀμνημονεῖν ὧν ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνωσκομένων νόμων, [Note] ἐν οἷς γέγραπται, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐπὶ ταύτην τὴν πρᾶξιν, ἐάν τις ἑαυτὸν μισθώσῃ, ἔνοχον εἶναι τοῖς μεγίστοις καὶ τοῖς ἴσοις ἐπιτιμίοις. τίς οὖν οὕτω ταλαίπωρός ἐστιν ἄνθρωπος, ὅστις ἂν ἐθελήσειε σαφῶς τοιαύτην μαρτυρίαν μαρτυρῆσαι, ἐξ ἧς ὑπάρχει αὐτῷ, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἐπιδεικνύναι ἔνοχον ὄντα ἑαυτὸν τοῖς ἐσχάτοις ἐπιτιμίοις;

1.73

οὐκοῦν ὑπόλοιπόν ἐστι τὸν πεπονθότα ὁμολογεῖν. ἀλλὰ διὰ τοῦτο κρίνεται, ὅτι ταῦτα πράξας παρὰ τοὺς νόμους δημηγορεῖ. [Note] βούλεσθε οὖν τὸ ὅλον πρᾶγμα ἀφῶμεν καὶ μὴ ζητῶμεν; νὴ τὸν Ποσειδῶ καλῶς ἄρα τὴν πόλιν οἰκήσομεν, εἰ αὐτοὶ ἔργῳ ἴσμεν γιγνόμενα, ταῦτα ἐὰν μή τις ἡμῖν δεῦρο παρελθὼν σαφῶς ἅμα καὶ ἀναισχύντως μαρτυρήσῃ, διὰ τοῦτο ἐπιλησόμεθα.

1.74

σκέψασθε δὲ καὶ ἐκ παραδειγμάτων· ἀνάγκη δ’ ἴσως ἔσται παραπλήσια τὰ παραδείγματα εἶναι τοῖς τρόποις τοῖς Τιμάρχου. ὁρᾶτε τουτουσὶ τοὺς ἐπὶ τῶν οἰκημάτων καθημένους, τοὺς ὁμολογουμένως τὴν πρᾶξιν πράττοντας. οὗτοι μέντοι ὅταν πρὸς τῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γε τῆς αἰσχύνης προβάλλονταί τι καὶ συγκλῄουσι τὰς θύρας. εἰ δή τις ὑμᾶς ἔροιτο τοὺς ὁδῷ πορευομένους, τί νῦν ἄνθρωπος [Note] πράττει, εὐθὺς ἂν εἴποιτε τοῦ ἔργου τοὔνομα, οὐχ ὁρῶντες, οὐδ’ εἰδότες [Note] τὸν εἰσεληλυθότα ὅστις ἦν, ἀλλὰ τὴν προαίρεσιν τῆς ἐργασίας τοῦ ἀνθρώπου συνειδότες, καὶ τὸ πρᾶγμα γνωρίζετε.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.70 Aeschin. 1.74 (English) >>Aeschin. 1.76

Powered by PhiloLogic