Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.65 Aeschin. 1.68 (English) >>Aeschin. 1.72

1.67

οὐκοῦν καὶ αὐτὸν ὑμῖν καλῶ τὸν Ἡγήσανδρον. γέγραφα δ’ αὐτῷ μαρτυρίαν κοσμιωτέραν μὲν κατ’ ἐκεῖνον, μικρῷ δὲ σαφεστέραν τῷ Μισγόλᾳ. οὐκ ἀγνοῶ δ’ ὅτι ἀπομεῖται καὶ ἐπιορκήσει. διὰ τί οὖν καλῶ [Note] ἐπὶ τὴν μαρτυρίαν; ἵν’ ὑμῖν ἐπιδείξω οἵους ἀπεργάζεται ἀνθρώπους τὸ ἐπιτήδευμα τοῦτο, ὡς καταφρονοῦντας μὲν τῶν θεῶν, ὑπερορῶντας δὲ τοὺς νόμους, ὀλιγώρως δὲ ἔχοντας πρὸς ἅπασαν αἰσχύνην. κάλει μοι τὸν Ἡγήσανδρον.

1.68

Μαρτυρία

Ἡγήσανδρος Διφίλου Στειριεὺς μαρτυρεῖ. ὅτε κατέπλευσα ἐξ Ἑλλησπόντου, κατέλαβον παρὰ Πιτταλάκῳ τῷ κυβευτῇ διατρίβοντα Τίμαρχον τὸν Ἀριζήλου, καὶ ἐξ ἐκείνης τῆς γνώσεως ἐχρησάμην Τιμάρχῳ ὁμιλῶν τῇ αὐτῇ χρήσει [Note] καὶ τὸ πρότερον Λεωδάμαντι.

1.69

οὐκ ἠγνόουν ὅτι ὑπερόψεται τὸν ὅρκον, ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ προεῖπον ὑμῖν. κἀκεῖνό γε πρόδηλόν ἐστιν, ὅτι ἐπειδὴ νῦν οὐκ ἐθέλει μαρτυρεῖν, αὐτίκα πάρεισιν ἐν τῇ ἀπολογίᾳ. καὶ οὐδὲν μὰ Δία θαυμαστόν· ἀναβήσεται γὰρ οἶμαι δεῦρο πιστεύων τῷ ἑαυτοῦ βίῳ ἀνὴρ καλὸς κἀγαθὸς καὶ μισοπόνηρος, καὶ τὸν Λεωδάμαντα ὅστις ἦν οὐ γιγνώσκων, ἐφ’ ὑμεῖς ἐθορυβήσατε τῆς μαρτυρίας ἀναγιγνωσκομένης.

1.70

ἆρά γε ἐξαχθήσομαί τι σαφέστερον εἰπεῖν κατὰ τὴν ἐμαυτοῦ φύσιν; εἴπατέ μοι πρὸς τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ἄνδρες Ἀθηναῖοι, ὅστις αὑτὸν κατῄσχυνε πρὸς Ἡγήσανδρον, οὐ δοκεῖ ὑμῖν πρὸς τὸν πόρνον πεπορνεῦσθαι; τίνας αὐτοὺς οὐκ οἰόμεθ’ ὑπερβολὰς ποιεῖσθαι βδελυρίας παροινοῦντας καὶ μονουμένους; οὐκ οἴεσθε τὸν Ἡγήσανδρον ἀπολυόμενον [Note] τὰς πρὸς τὸν Λεωδάμαντα πράξεις τὰς περιβοήτους, ἃς ὑμεῖς ἅπαντες σύνιστε, ὑπερήφανα ἐπιτάγματα ἐπιτάττειν, ὡς ταῖς τούτου ὑπερβολαῖς αὐτὸν δόξοντα μέτρια διαπεπρᾶχθαι;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.65 Aeschin. 1.68 (English) >>Aeschin. 1.72

Powered by PhiloLogic