Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.62 Aeschin. 1.66 (English) >>Aeschin. 1.68

1.64

ὡς δὲ παρῄει ἐπὶ τὸ βῆμα τὸ ὑμέτερον Ἡγήσανδρος, ὅτε καὶ προσεπολέμει Ἀριστοφῶντι τῷ Ἀζηνιεῖ, πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν [Note] ἥνπερ ἐγὼ Τιμάρχῳ, καὶ ἐπειδὴ Κρωβύλος ἀδελφὸς αὐτοῦ ἐδημηγόρει, καὶ ὅλως ἀπετόλμων ὑμῖν οὗτοι περὶ τῶν Ἑλληνικῶν συμβουλεύειν, ἐνταῦθα ἤδη καταμεμψάμενος ἑαυτὸν Πιττάλακος, καὶ ἐκλογισάμενος ὅστις ὢν πρὸς οὕστινας ἐπολέμει εὖ ἐβουλεύσατο (δεῖ γὰρ τἀληθὲς λέγεινἡσυχίαν ἔσχεν, καὶ ἠγάπησεν εἴ τι μὴ προσλάβοι καινὸν κακόν. Ἐνταῦθα δὴ τὴν καλὴν ταύτην νίκην νενικηκὼς Ἡγήσανδρος ἀκονιτί, εἶχε παρ’ ἑαυτῷ Τίμαρχον τουτονί.

1.65

καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, πάντες ἴστε· τίς γὰρ ὑμῶν πώποτε [Note] εἰς τοὖψον ἀφῖκται καὶ τὰς δαπάνας τὰς τούτων οὐ τεθεώρηκεν; τίς τοῖς τούτων κώμοις καὶ μάχαις [Note] περιτυχὼν οὐκ ἠχθέσθη ὑπὲρ τῆς πόλεως; ὅμως δέ, ἐπειδήπερ ἐν δικαστηρίῳ ἐσμέν, κάλει μοι Γλαύκωνα Χολαργέα τὸν ἀφελόμενον εἰς ἐλευθερίαν τὸν Πιττάλακον, καὶ τὰς ἑτέρας μαρτυρίας ἀναγίγνωσκε.

1.66

Μαρτυρίαι

Μαρτυρεῖ Γλαύκων Τιμαίου Χολαργεύς. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν. χρόνῳ δ’ ὕστερον ἐλθὼν πρὸς ἐμὲ Πιττάλακος ἔφη βούλεσθαι διαλυθῆναι τὰ πρὸς Ἡγήσανδρον προσπέμψας [Note] αὐτῷ, ὥστε ἄρασθαι τὰς δίκας, [Note] ἥν τε αὐτὸς ἐνεκαλέσατο Ἡγησάνδρῳ καὶ Τιμάρχῳ, [Note] καὶ ἣν Ἡγήσανδρος τῆς δουλείας αὐτῷ. καὶ διελύθησαν.

ὡσαύτως Ἀμφισθένης [Note] μαρτυρεῖ. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν, καὶ τὰ ἑξῆς.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.62 Aeschin. 1.66 (English) >>Aeschin. 1.68

Powered by PhiloLogic