Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.60 Aeschin. 1.63 (English) >>Aeschin. 1.66

1.62

βαρέως δὲ φέρων τὴν ὕβριν αὐτῶν ἄνθρωπος, δίκην ἑκατέρῳ αὐτῶν λαγχάνει.

ὅτε δ’ ἐδικάζετο, ἄλλην [Note] σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου· ἄνθρωπον οὐδὲν αὐτὸν ἠδικηκότα, ἀλλὰ τὸ ἐναντίον ἠδικημένον, οὐδὲ προσήκοντα αὐτῷ, ἀλλὰ δημόσιον οἰκέτην τῆς πόλεως, ἦγεν εἰς δουλείαν φάσκων ἑαυτοῦ εἶναι. [Note] ἐν παντὶ δὲ κακοῦ [Note] γενόμενος Πιττάλακος προσπίπτει ἀνδρὶ καὶ μάλα χρηστῷ. ἔστι τις Γλαύκων Χολαργεύς· οὗτος αὐτὸν ἀφαιρεῖται εἰς ἐλευθερίαν.

1.63

τὸ δὲ μετὰ τοῦτο δικῶν λήξεις ἐποιήσαντο. προϊόντος δὲ τοῦ χρόνου ἐπέτρεψαν διαγνῶναι τὸ πρᾶγμα Διοπείθει τῷ Σουνιεῖ, δημότῃ τε ὄντι τοῦ Ἡγησάνδρου, καὶ ἤδη ποτὲ καὶ χρησαμένῳ, ὅτ’ ἦν ἐν ἡλικίᾳ· παραλαβὼν δὲ τὸ πρᾶγμα Διοπείθης ἀνεβάλλετο χαριζόμενος τούτοις χρόνους ἐκ χρόνων.

1.64

ὡς δὲ παρῄει ἐπὶ τὸ βῆμα τὸ ὑμέτερον Ἡγήσανδρος, ὅτε καὶ προσεπολέμει Ἀριστοφῶντι τῷ Ἀζηνιεῖ, πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν [Note] ἥνπερ ἐγὼ Τιμάρχῳ, καὶ ἐπειδὴ Κρωβύλος ἀδελφὸς αὐτοῦ ἐδημηγόρει, καὶ ὅλως ἀπετόλμων ὑμῖν οὗτοι περὶ τῶν Ἑλληνικῶν συμβουλεύειν, ἐνταῦθα ἤδη καταμεμψάμενος ἑαυτὸν Πιττάλακος, καὶ ἐκλογισάμενος ὅστις ὢν πρὸς οὕστινας ἐπολέμει εὖ ἐβουλεύσατο (δεῖ γὰρ τἀληθὲς λέγεινἡσυχίαν ἔσχεν, καὶ ἠγάπησεν εἴ τι μὴ προσλάβοι καινὸν κακόν. Ἐνταῦθα δὴ τὴν καλὴν ταύτην νίκην νενικηκὼς Ἡγήσανδρος ἀκονιτί, εἶχε παρ’ ἑαυτῷ Τίμαρχον τουτονί.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.60 Aeschin. 1.63 (English) >>Aeschin. 1.66

Powered by PhiloLogic