Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.55 Aeschin. 1.58 (English) >>Aeschin. 1.62

1.57

ὢν δ’ ἐν τοιαύτῃ ἀφθονίᾳ καὶ εἰσφοιτῶν ὡς τὸν Πιττάλακον συγκυβευτὴν ὄντα, καὶ τοῦτον ἐκεῖ πρῶτον ἰδών, ἥσθη τε καὶ ἐπεθύμησε καὶ ἐβουλήθη ὡς αὑτὸν ἀναλαβεῖν, καὶ πως [Note] ἡγήσατο αὐτὸν ἐγγὺς εἶναι τῆς αὑτοῦ φύσεως. πρῶτον μὲν οὖν τῷ Πιτταλάκῳ διελέχθη δεόμενος παραδοῦναι τοῦτον· ὡς δ’ οὐκ ἔπειθεν, αὐτῷ τούτῳ προσβάλλει, καὶ οὐ πολὺν ἀνήλωσε λόγον, ἀλλ’ εὐθὺς ἐπεπείκει· καὶ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα δεινὴ ἀκακία καὶ εὐπειστία, [Note] ὥστε καὶ ἐξ αὐτῶν τούτων εἰκότως ἂν μισοῖτο.

1.58

ὡς δ’ ἀπήλλακτο μὲν παρὰ τοῦ Πιτταλάκου, ἀνείληπτο δὲ ὑπὸ τοῦ Ἡγησάνδρου, ὠδυνᾶτο, οἶμαι, Πιττάλακος, μάτην, ὥς γ’ ᾤετο, τοσοῦτον ἀργύριον ἀνηλωκώς, καὶ ἐζηλοτύπει τὰ γιγνόμενα. καὶ ἐφοίτα ἐπὶ τὴν οἰκίαν. ὅτε [Note] δὲ αὐτοῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου καὶ Τιμάρχου· μεθυσθέντες γάρ ποτε καὶ αὐτοὶ καὶ ἄλλοι τινές, ὧν οὐ βούλομαι τὰ ὀνόματα λέγειν,

1.59

εἰσπηδήσαντες νύκτωρ εἰς τὴν οἰκίαν οὗ ᾤκει Πιττάλακος, πρῶτον μὲν συνέτριβον τὰ σκευάρια καὶ διερρίπτουν εἰς τὴν ὁδόν, ἀστραγάλους τέ τινας διασείστους καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα, καὶ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας, οὓς ἠγάπα τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τὸ δὲ τελευταῖον δήσαντες πρὸς τὸν κίονα αὐτὸν τὸν Πιττάλακον ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς οὕτω πολὺν χρόνον, ὥστε καὶ τοὺς γείτονας αἰσθέσθαι τῆς κραυγῆς.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.55 Aeschin. 1.58 (English) >>Aeschin. 1.62

Powered by PhiloLogic