Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.48 Aeschin. 1.50 (English) >>Aeschin. 1.52

1.49

βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δ’ ἐστὶ τῶν ἀνδρῶν Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος· καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλ’ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· “ Ἡράκλεις, ἀλλ’ οὗτός γε τούτου οὐ πολὺ διαφέρει.” ἅμα μὲν γὰρ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν.

1.50

ἵνα δὲ μὴ διατρίβω, πρῶτον μὲν κάλει μοι τοὺς εἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐν τῇ Μισγόλα οἰκίᾳ, ἔπειτα τὴν Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μοι λαβὲ τὴν αὐτοῦ Μισγόλα μαρτυρίαν, ἐὰν ἄρα [Note] καὶ τοὺς θεοὺς δεδιὼς καὶ τοὺς συνειδότας αἰσχυνόμενος καὶ τοὺς ἄλλους πολίτας καὶ ὑμᾶς τοὺς δικαστὰς ἐθελήσῃ τἀληθῆ μαρτυρεῖν.Μαρτυρίαι

Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμοὶ ἐγένετο ἐν συνηθείᾳ Τίμαρχος ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου ποτὲ καθεζόμενος, καὶ κατὰ τὴν γνῶσίν μου [Note] τὴν πρότερον [Note] αὐτὸν πολυωρῶν εἰς τὴν νῦν οὐ διέλιπον.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.48 Aeschin. 1.50 (English) >>Aeschin. 1.52

Powered by PhiloLogic