Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.44 Aeschin. 1.47 (English) >>Aeschin. 1.49

1.45

ἐγὼ τοίνυν καίπερ ὁμολογουμένου τοῦ πράγματος, ἐπειδὴ ἐν δικαστηρίῳ ἐσμέν, γέγραφα μαρτυρίαν τῷ Μισγόλᾳ ἀληθῆ μέν, οὐκ ἀπαίδευτον δέ, ὥς γ’ [Note] ἐμαυτὸν πείθω. αὐτὸ μὲν γὰρ τοὔνομα τοῦ ἔργου ἔπραττε πρὸς τοῦτον, οὐκ ἐγγράφω, οὐδ’ ἄλλο γέγραφα οὐδὲν ἐπιζήμιόν ἐστιν ἐκ τῶν νόμων τῷ τἀληθῆ μαρτυρήσαντι· δέ ἐστιν ὑμῖν τε ἀκοῦσαι γνώριμα, ἀκίνδυνά τε [Note] τῷ μαρτυροῦντι καὶ μὴ αἰσχρά, ταῦτα γέγραφα.

1.46

ἐὰν μὲν οὖν ἐθελήσῃ Μισγόλας δεῦρο παρελθὼν τἀληθῆ μαρτυρεῖν, τὰ δίκαια ποιήσει· ἐὰν δὲ προαιρῆται ἐκκλητευθῆναι μᾶλλον τἀληθῆ μαρτυρεῖν, ὑμεῖς τὸ ὅλον πρᾶγμα συνίδετε. εἰ γὰρ μὲν πράξας αἰσχυνεῖται καὶ προαιρήσεται χιλίας μᾶλλον δραχμὰς ἀποτεῖσαι τῷ δημοσίῳ, ὥστε μὴ δεῖξαι τὸ πρόσωπον τὸ ἑαυτοῦ ὑμῖν, δὲ πεπονθὼς δημηγορήσει, σοφὸς νομοθέτης τοὺς οὕτω βδελυροὺς ἐξείργων ἀπὸ τοῦ βήματος.

1.47

ἐὰν δ’ ἄρα ὑπακούσῃ μέν, τράπηται δὲ ἐπὶ τὸ ἀναιδέστατον, ἐπὶ τὸ ἐξόμνυσθαι τὰς ἀληθείας, ὡς Τιμάρχῳ μὲν χάριτας ἀποδιδούς, ἑτέροις δ’ ἐπίδειξιν ποιούμενος ὡς εὖ ἐπίσταται τὰ τοιαῦτα συγκρύπτειν, πρῶτον μὲν εἰς ἑαυτὸν ἐξαμαρτήσεται, ἔπειτα οὐδὲν ἔσται [Note] πλέον. ἑτέραν γὰρ ἐγὼ γέγραφα μαρτυρίαν τοῖς εἰδόσι Τίμαρχον τουτονὶ καταλιπόντα τὴν πατρῴαν οἰκίαν καὶ διαιτώμενον παρὰ Μισγόλα, πρᾶγμα οἶμαι χαλεπὸν ἐξεργάσασθαι ἐπιχειρῶν· οὔτε γάρ με δεῖ τοὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οὔτε τοὺς τούτων ἐχθρούς, οὔτε τοὺς μηδετέρους ἡμῶν γιγνώσκοντας, ἀλλὰ τοὺς τούτων φίλους.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.44 Aeschin. 1.47 (English) >>Aeschin. 1.49

Powered by PhiloLogic