Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.33 Aeschin. 1.37 (English) >>Aeschin. 1.39

1.35

Νόμοι

Τῶν ῥητόρων ἐάν τις λέγῃ ἐν τῇ [Note] βουλῇ ἐν τῷ δήμῳ μὴ [Note] περὶ τοῦ εἰσφερομένου, μὴ χωρὶς περὶ ἑκάστου, δὶς περὶ τοῦ αὐτοῦ αὐτὸς τῆς αὐτῆς, λοιδορῆται, κακῶς ἀγορεύῃ τινά, ὑποκρούῃ, χρηματιζόντων μεταξὺ ἀνεστηκὼς λέγῃ περί του μὴ ἐπὶ τοῦ βήματος, παρακελεύηται, ἕλκῃ τὸν ἐπιστάτην, ἀφειμένης τῆς ἐκκλησίας τῆς βουλῆς κυριευέτωσαν οἱ πρόεδροι μέχρι πεντήκοντα δραχμῶν καθ’ ἕκαστον ἀδίκημα ἐγγράφειν [Note] τοῖς πράκτορσιν. ἐὰν δὲ πλέονος ἄξιος ζημίας, ἐπιβαλόντες μέχρι πεντήκοντα δραχμῶν εἰσφερέτωσαν εἰς τὴν βουλὴν εἰς τὴν πρώτην ἐκκλησίαν. [Note] ὅταν δ’ ἐξίωσιν αἱ [Note] κλήσεις, κρινάτωσαν. καὶ ἐὰν καταγνωσθῇ αὐτοῦ κρύβδην ψηφιζομένων, ἐγγραψάτωσαν οἱ πρόεδροι τοῖς πράκτορσιν.

1.36

τῶν μὲν οὖν νόμων ἀκηκόατε, ἄνδρες Ἀθηναῖοι, καὶ εὖ οἶδ’ ὅτι δοκοῦσιν ὑμῖν καλῶς ἔχειν. τούτους μέντοι τοὺς νόμους εἶναι χρησίμους ἀχρήστους ἐφ’ ὑμῖν ἐστιν· ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δ’ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι.

1.37

βούλομαι δέ, ὥσπερ ὑπεθέμην, [Note] ἐπειδὴ περὶ τῶν νόμων εἴρηκα, πάλιν τὸ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου, ἵν’ εἰδῆτε ὅσον διαφέρουσι τῶν νόμων τῶν ὑμετέρων. δέομαι δ’ ὑμῶν, ἄνδρες Ἀθηναῖοι, συγγνώμην ἔχειν, ἐὰν ἀναγκαζόμενος λέγειν περὶ ἐπιτηδευμάτων φύσει μὲν μὴ καλῶν, τούτῳ δὲ πεπραγμένων, ἐξαχθῶ τι ῥῆμα εἰπεῖν ἐστιν ὅμοιον τοῖς ἔργοις τοῖς Τιμάρχου.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.33 Aeschin. 1.37 (English) >>Aeschin. 1.39

Powered by PhiloLogic