Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.29 Aeschin. 1.32 (English) >>Aeschin. 1.35

1.30

τὰ πατρῷα,” φησί, “κατεδηδοκώς, ὧν ἂν κληρονόμος γένηται·” τὸν γὰρ τὴν ἰδίαν οἰκίαν κακῶς οἰκήσαντα, καὶ τὰ κοινὰ τῆς πόλεως παραπλησίως ἡγήσατο διαθήσειν, καὶ οὐκ ἐδόκει οἷόν τ’ εἶναι τῷ νομοθέτῃ τὸν αὐτὸν ἄνθρωπον ἰδίᾳ μὲν εἶναι πονηρόν, δημοσίᾳ δὲ χρηστόν, οὐδ’ ᾤετο δεῖν [Note] τὸν ῥήτορα ἥκειν ἐπὶ τὸ βῆμα τῶν λόγων ἐπιμεληθέντα πρότερον, ἀλλ’ οὐ τοῦ βίου.

1.31

καὶ παρὰ μὲν ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, κἂν πάνυ κακῶς καὶ ἁπλῶς ῥηθῇ, [Note] χρήσιμα τὰ λεγόμενα ἡγήσατο εἶναι τοῖς ἀκούουσι· παρὰ δὲ ἀνθρώπου βδελυροῦ, καὶ καταγελάστως μὲν κεχρημένου τῷ ἑαυτοῦ σώματι, αἰσχρῶς δὲ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότος, οὐδ’ ἂν εὖ πάνυ λεχθῇ συνοίσειν ἡγήσατο τοῖς ἀκούουσι.

1.32

τούτους οὖν ἐξείργει ἀπὸ τοῦ βήματος, τούτους ἀπαγορεύει μὴ δημηγορεῖν. ἐὰν δέ τις παρὰ ταῦτα μὴ μόνον λέγῃ, ἀλλὰ καὶ συκοφαντῇ καὶ ἀσελγαίνῃ, καὶ μηκέτι τὸν τοιοῦτον ἄνθρωπον δύνηται λέγειν πόλις, “δοκιμασίαν μέν,” φησίν, “ἐπαγγειλάτω Ἀθηναίων βουλόμενος, οἷς ἔξεστιν,” ὑμᾶς δ’ ἤδη κελεύει περὶ τούτων ἐν τῷ δικαστηρίῳ διαγιγνώσκειν· καὶ νῦν ἐγὼ κατὰ τοῦτον τὸν νόμον ἥκω πρὸς ὑμᾶς.

1.33

ταῦτα μὲν οὖν πάλαι νενομοθέτηται· ὑμεῖς δ’ ἔτι προσέθεσθε καινὸν νόμον μετὰ τὸ καλὸν παγκράτιον, οὗτος ἐπαγκρατίασεν ἐν τῇ ἐκκλησίᾳ, ὑπεραισχυνθέντες ἐπὶ τῷ πράγματι, καθ’ ἑκάστην ἐκκλησίαν ἀποκληροῦν φυλὴν ἐπὶ τὸ βῆμα, ἥτις προεδρεύσει. καὶ τί προσέταξεν τιθεὶς τὸν νόμον; καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς περὶ τῶν σπουδαιοτάτων πραγμάτων.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.29 Aeschin. 1.32 (English) >>Aeschin. 1.35

Powered by PhiloLogic