Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.1 Aeschin. 1.3 (English) >>Aeschin. 1.6

1.1

οὐδένα πώποτε τῶν πολιτῶν, ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτ’ ἐν εὐθύναις λυπήσας, ἀλλ’ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρεσχηκώς, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος (ὃν δὲ τρόπον, προϊόντος ἐπιδείξω τοῦ λόγου),

1.2

ἕν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ· εἰδὼς δ’ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως, ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. καὶ ὡς ἔοικεν, ἄνδρες Ἀθηναῖοι, οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι.

1.3

τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθ’ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθ’ οἱ νόμοι οὔθ’ ὑμεῖς οὔτ’ ἐγώ, ἀλλ’ αὐτὸς οὗτος ἑαυτῷ. οἱ μὲν γὰρ νόμοι προεῖπον αὐτῷ αἰσχρῶς βεβιωκότι μὴ δημηγορεῖν, ἐπίταγμα, ὥς γε δὴ ἐγὼ κρίνω, οὐ χαλεπὸν ἐπιτάξαντες, ἀλλὰ καὶ πάνυ ῥᾴδιον· ἐμὲ δ’ ἐξῆν αὐτῷ, εἰ ἐσωφρόνει, μὴ συκοφαντεῖν. περὶ μὲν οὖν τούτων μετρίως ἐλπίζω μοι προειρῆσθαι.

1.4

οὐκ ἀγνοῶ δέ, ἄνδρες Ἀθηναῖοι, μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες· ἀλλά μοι δοκεῖ καιρὸς εἶναι καὶ ἐμὲ νῦν πρὸς ὑμᾶς τῷ αὐτῷ λόγῳ χρήσασθαι. ὁμολογοῦνται γὰρ τρεῖς εἶναι πολιτεῖαι παρὰ πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία· διοικοῦνται δ’ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι τοῖς τρόποις τῶν ἐφεστηκότων, αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι τοῖς νόμοις τοῖς κειμένοις.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.1 Aeschin. 1.3 (English) >>Aeschin. 1.6

Powered by PhiloLogic