Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.26 Aeschin. 1.29 (English) >>Aeschin. 1.33

1.28

τίνας δ’ οὐκ ᾤετο δεῖν λέγειν; τοὺς αἰσχρῶς βεβιωκότας· τούτους οὐκ ἐᾷ δημηγορεῖν. καὶ ποῦ τοῦτο δηλοῖ; “δοκιμασία,” φησί, “ῥητόρων· ἐάν τις λέγῃ ἐν τῷ δήμῳ τὸν πατέρα τύπτων τὴν μητέρα, μὴ τρέφων, μὴ παρέχων οἴκησιν·” τοῦτον οὐκ ἐᾷ λέγειν. νὴ Δία καλῶς γε, ὡς ἔγωγέ φημι. διὰ τί; ὅτι εἴ τις, οὓς ἐξ ἴσου δεῖ τιμᾶν τοῖς θεοῖς, εἰς τούτους ἐστὶ φαῦλος, τί ποτε, φησίν, ὑπ’ αὐτοῦ πείσονται οἱ ἀλλότριοι καὶ πόλις ὅλη; καὶ τίσι δεύτερον ἀπεῖπε μὴ λέγειν; “ τὰς στρατείας,”

1.29

φησί, “μὴ ἐστρατευμένος, ὅσαι ἂν αὐτῷ προσταχθῶσιν, τὴν ἀσπίδα ἀποβεβληκώς,” δίκαια λέγων. τί δή ποτε; ἄνθρωπε, τῇ πόλει, ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι διὰ δειλίαν μὴ δυνατὸς εἶ ἐπαμῦναι, μηδὲ συμβουλεύειν βουλεύειν ἀξίου. τρίτον τίσι διαλέγεται; “ πεπορνευμένος,”φησίν, “ ἡταιρηκώς·” τὸν γὰρ τὸ σῶμα τὸ ἑαυτοῦ ἐφ’ ὕβρει πεπρακότα, καὶ τὰ κοινὰ τῆς πόλεως ῥᾳδίως ἡγήσατο ἀποδώσεσθαι. τέταρτον τίσι διαλέγεται;

1.30

τὰ πατρῷα,” φησί, “κατεδηδοκώς, ὧν ἂν κληρονόμος γένηται·” τὸν γὰρ τὴν ἰδίαν οἰκίαν κακῶς οἰκήσαντα, καὶ τὰ κοινὰ τῆς πόλεως παραπλησίως ἡγήσατο διαθήσειν, καὶ οὐκ ἐδόκει οἷόν τ’ εἶναι τῷ νομοθέτῃ τὸν αὐτὸν ἄνθρωπον ἰδίᾳ μὲν εἶναι πονηρόν, δημοσίᾳ δὲ χρηστόν, οὐδ’ ᾤετο δεῖν [Note] τὸν ῥήτορα ἥκειν ἐπὶ τὸ βῆμα τῶν λόγων ἐπιμεληθέντα πρότερον, ἀλλ’ οὐ τοῦ βίου.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.26 Aeschin. 1.29 (English) >>Aeschin. 1.33

Powered by PhiloLogic