Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.192 Aeschin. 1.194 (English) >>Aeschin. 1.196

1.193

μὴ οὖν εἰς ἁθρόους, ἀλλ’ εἰς ἕνα ἀποσκήψατε, καὶ τὴν παρασκευὴν καὶ τοὺς συνηγόρους αὐτῶν παρατηρεῖτε· ὧν οὐδενὸς ἐγὼ ὀνομαστὶ μνησθήσομαι, ἵνα μὴ ταύτην ἀρχὴν τοῦ λόγου ποιήσωνται, ὡς οὐκ ἂν παρῆλθον, εἰ μή τις αὐτῶν ὀνομαστὶ ἐμνήσθη. ἀλλ’ ἐκεῖνο ποιήσω· ἀφελὼν τὰ ὀνόματα, διεξιὼν δὲ τὰ ἐπιτηδεύματα, καὶ τὰ σώματα αὐτῶν γνώριμα καταστήσω. ἔσται δ’ αὐτὸς ἑαυτῷ ἕκαστος αἴτιος, ἐὰν δεῦρο ἀναβῇ καὶ ἀναισχυντῇ.

1.194

τούτῳ γὰρ παρίασιν ἐκ τριῶν εἰδῶν συνήγοροι, οἱ μὲν ταῖς καθ’ ἡμέραν δαπάναις ἀνηλωκότες τὰς πατρῴας οὐσίας, οἱ δὲ ταῖς ἡλικίαις καὶ τοῖς ἑαυτῶν σώμασιν οὐ καλῶς κεχρημένοι, καὶ δεδιότες οὐ περὶ Τιμάρχου, ἀλλὰ περὶ ἑαυτῶν καὶ τῶν ἐπιτηδευμάτων μή ποτε εἰς κρίσιν καταστῶσιν· ἕτεροι δ’ ἐκ τῶν ἀκολάστων καὶ τῶν τοῖς τοιούτοις κεχρημένων ἀφθόνως, ἵνα ταῖς βοηθείαις αὐτῶν πιστεύοντες ῥᾷόν τινες ἐξαμαρτάνωσιν.

1.195

ὧν πρὶν τῆς συνηγορίας ἀκοῦσαι τοὺς βίους ἀναμιμνήσκεσθε, καὶ τοὺς μὲν εἰς τὰ σώματα ἡμαρτηκότας μὴ ὑμῖν ἐνοχλεῖν, ἀλλὰ παύσασθαι δημηγοροῦντας κελεύετε· οὐδὲ γὰρ νόμος τοὺς ἰδιωτεύοντας, ἀλλὰ τοὺς πολιτευομένους ἐξετάζει· τοὺς δὲ τὰ πατρῷα κατεδηδοκότας ἐργάζεσθαι καὶ ἑτέρωθεν κτᾶσθαι τὸν βίον κελεύετε· τοὺς δὲ τῶν νέων, ὅσοι ῥᾳδίως ἁλίσκονται, θηρευτὰς ὄντας εἰς τοὺς ξένους καὶ τοὺς μετοίκους τρέπεσθαι κελεύετε, ἵνα μήτ’ ἐκεῖνοι τῆς προαιρέσεως ἀποστερῶνται μήθ’ ὑμεῖς βλάπτησθε.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.192 Aeschin. 1.194 (English) >>Aeschin. 1.196

Powered by PhiloLogic