Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.187 Aeschin. 1.191 (English) >>Aeschin. 1.193

1.189

τίνι δ’ ὑμῶν οὐκ εὔγνωστός ἐστιν Τιμάρχου βδελυρία; ὥσπερ γὰρ τοὺς γυμναζομένους, κἂν μὴ παρῶμεν ἐν τοῖς γυμνασίοις, εἰς τὰς εὐεξίας αὐτῶν ἀποβλέποντες γιγνώσκομεν, οὕτω τοὺς πεπορνευμένους, κἂν μὴ παρῶμεν αὐτῶν τοῖς ἔργοις, ἐκ τῆς ἀναιδείας καὶ τοῦ θράσους καὶ τῶν ἐπιτηδευμάτων γιγνώσκομεν. γὰρ ἐπὶ τῶν μεγίστων τοὺς νόμους καὶ τὴν σωφροσύνην ὑπεριδών, ἔχει τινὰ ἕξιν τῆς ψυχῆς διάδηλος ἐκ τῆς ἀκοσμίας τοῦ τρόπου γίγνεται.

1.190

πλείστους δ’ ἂν εὕροιτ’ ἐκ τῶν τοιούτων ἀνθρώπων πόλεις ἀνατετροφότας καὶ ταῖς μεγίσταις συμφοραῖς αὐτοὺς περιπεπτωκότας. μὴ γὰρ οἴεσθε, ἄνδρες Ἀθηναῖοι, [Note] τὰς τῶν ἀδικημάτων ἀρχὰς ἀπὸ θεῶν, ἀλλ’ οὐκ ἀπ’ [Note] ἀνθρώπων ἀσελγείας γίγνεσθαι, μηδὲ τοὺς ἠσεβηκότας, καθάπερ ἐν ταῖς τραγῳδίαις, Ποινὰς ἐλαύνειν καὶ κολάζειν δᾳσὶν ἡμμέναις·

1.191

ἀλλ’ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν ἡγεῖσθαι, ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτ’ εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει, ταῦτά ἐστιν ἑκάστῳ Ποινή, ταῦτα παρακελεύεται σφάττειν τοὺς πολίτας, ὑπηρετεῖν τοῖς τυράννοις, συγκαταλύειν τὸν δῆμον. οὐ γὰρ τὴν αἰσχύνην οὐδ’ πείσονται λογίζονται, ἀλλ’ ἐφ’ οἷς κατορθώσαντες εὐφρανθήσονται, τούτοις κεκήληνται. ἐξαιρεῖτ’ οὖν, ἄνδρες Ἀθηναῖοι, τὰς τοιαύτας φύσεις, καὶ τὰ τῶν νέων ζηλώματα ἐπ’ ἀρετὴν προτρέψεσθε. [Note]



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.187 Aeschin. 1.191 (English) >>Aeschin. 1.193

Powered by PhiloLogic