Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.176 Aeschin. 1.179 (English) >>Aeschin. 1.182

1.178

ἐγὼ τὰς τούτων αἰτίας ἐπιδείξω. ὅτι τοὺς μὲν νόμους τίθεσθε ἐπὶ πᾶσι δικαίοις, [Note] οὔτε κέρδους ἕνεκ’ ἀδίκου, οὔτε χάριτος οὔτ’ ἔχθρας, ἀλλὰ πρὸς αὐτὸ μόνον τὸ δίκαιον καὶ τὸ συμφέρον ἀποβλέποντες· ἐπιδέξιοι δ’ οἶμαι φύντες ἑτέρων μᾶλλον, εἰκότως καλλίστους νόμους τίθεσθε. ἐν δὲ ταῖς ἐκκλησίαις καὶ τοῖς δικαστηρίοις πολλάκις ἀφέμενοι τῶν εἰς αὐτὸ τὸ πρᾶγμα λόγων, ὑπὸ τῆς ἀπάτης καὶ τῶν ἀλαζονευμάτων ὑπάγεσθε, καὶ πάντων ἀδικώτατον ἔθος εἰς τοὺς ἀγῶνας παραδέχεσθε· ἐᾶτε γὰρ τοὺς ἀπολογουμένους ἀντικατηγορεῖν τῶν κατηγορούντων.

1.179

ἐπειδὰν δ’ ἀπὸ τῆς ἀπολογίας ἀποσπασθῆτε καὶ τὰς ψυχὰς ἐφ’ ἑτέρων γένησθε, εἰς λήθην ἐμπεσόντες τῆς κατηγορίας, ἐξέρχεσθ’ ἐκ τῶν δικαστηρίων, οὐδὲ παρ’ ἑτέρου δίκην εἰληφότες, οὔτε παρὰ τοῦ κατηγόρου, ψῆφος γὰρ κατ’ αὐτοῦ οὐ δίδοται, οὔτε παρὰ τοῦ ἀπολογουμένου, ταῖς γὰρ ἀλλοτρίαις αἰτίαις ἀποτριψάμενος τὰ ὑπάρχοντα αὑτῷ ἐγκλήματα ἐκπέφευγεν ἐκ τοῦ δικαστηρίου· οἱ δὲ νόμοι καταλύονται καὶ δημοκρατία διαφθείρεται καὶ τὸ ἔθος ἐπὶ πολὺ προβαίνει· εὐχερῶς γὰρ ἐνίοτε λόγον ἄνευ χρηστοῦ βίου προσδέχεσθε.

1.180

ἀλλ’ οὐ Λακεδαιμόνιοι· καλὸν δ’ ἐστὶ καὶ τὰς ξενικὰς ἀρετὰς μιμεῖσθαι. δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς, λέγειν δ’ εἰς ὑπερβολὴν δυνατοῦ, καὶ τῶν Λακεδαιμονίων, ὥς φασι, κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων, παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δ’ αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται, παρελθὼν ἰσχυρῶς ἐπέπληξε τοῖς Λακεδαιμονίοις, καί τι τοιοῦτον κατ’ αὐτῶν ἐβλασφήμησεν, ὡς οὐ πολὺν χρόνον τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι, τοιούτοις ἐν ταῖς ἐκκλησίαις συμβούλοις χρώμενοι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.176 Aeschin. 1.179 (English) >>Aeschin. 1.182

Powered by PhiloLogic