Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.167 Aeschin. 1.170 (English) >>Aeschin. 1.173

1.169

ἐγὼ δ’ Ἀλεξάνδρῳ μὲν εἰκότως διὰ τὴν ἡλικίαν οὐ διείλεγμαι, Φίλιππον δὲ νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ· ἐὰν δ’ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς ἔργοις γένηται, οἷος νῦν ἐστιν ἐν τοῖς ἐπαγγέλμασιν, ἀσφαλῆ καὶ ῥᾴδιον τὸν καθ’ αὑτοῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δ’ ἐν τῷ βουλευτηρίῳ Δημοσθένει οὐ τὸν παῖδα ἐκθεραπεύων, ἀλλ’ ἐὰν τὰ τοιαῦτα ἀποδέχησθε, ὁμοίαν νομίζων τὴν πόλιν φανήσεσθαι τῇ τοῦ λέγοντος ἀκοσμίᾳ.

1.170

ὅλως δέ, ἄνδρες Ἀθηναῖοι, τὰς ἔξωθεν τοῦ πράγματος ἀπολογίας μὴ προσδέχεσθε, πρῶτον μὲν τῶν ὅρκων ἕνεκα οὓς ὠμόσατε, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ παρακρουσθῆναι ὑπὸ ἀνθρώπου τεχνίτου λόγων. μικρὸν δ’ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμᾶς. Δημοσθένης γάρ, ἐπειδὴ τὴν πατρῴαν οὐσίαν ἀνήλωσε, περιῄει [Note] τὴν πόλιν θηρεύων νέους πλουσίους, [Note] ὧν οἱ μὲν πατέρες ἐτετελευτήκεσαν, αἱ δὲ μητέρες διῴκουν τὰς οὐσίας. πολλοὺς δ’ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθήσομαι.

1.171

κατιδὼν γὰρ οἰκίαν πλουσίαν καὶ οὐκ εὐνομουμένην, ἧς ἡγεμὼν μὲν ἦν γυνὴ μέγα φρονοῦσα καὶ νοῦν οὐκ ἔχουσα, νεανίσκος δὲ ὀρφανὸς ἡμιμανὴς διεχείριζε τὴν οὐσίαν, Ἀρίσταρχος τοῦ Μόσχου, τούτου προσποιησάμενος ἐραστὴς εἶναι, καὶ τὸ μειράκιον εἰς τὴν φιλανθρωπίαν ταύτην προκαλεσάμενος, [Note] ἐλπίδων κενῶν ἐμπλήσας, ὡς αὐτίκα δὴ μάλα τῶν ῥητόρων πρωτεύσοντα,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.167 Aeschin. 1.170 (English) >>Aeschin. 1.173

Powered by PhiloLogic