Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.164 Aeschin. 1.167 (English) >>Aeschin. 1.171

1.166

ἀλλ’ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ ταῖς μὲν ὑπὲρ [Note] τοῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄν τις ἀγανακτήσειεν· δὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ Φίλιππος ἔσται, ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαίδευτος ἄνθρωπός ἐστι.

1.167

τὸ μὲν γὰρ εἰς τὸν Φίλιππον τῷ λόγῳ πλημμελεῖν ἀμαθὲς μὲν καὶ ἄκαιρον, ἔλαττον δ’ οὗ μέλλω λέγειν ἁμάρτημα· ὁμολογουμένως γὰρ εἰς ἄνδρα, καίπερ οὐκ ὢν αὐτὸς ἀνήρ, τὰς βλασφημίας ποιήσεται· ὅταν δὲ ταῖς εἰς τὸν παῖδα πεπραγματευμέναις μεταφοραῖς ὀνομάτων αἰσχρὰς ὑποψίας παρεμβάλλῃ, καταγέλαστον τὴν πόλιν ποιεῖ.

1.168

ὡς γὰρ τὰς ἐμὰς εὐθύνας βλάπτων, ἃς ὑπὲρ τῆς πρεσβείας μέλλω διδόναι, φησί με, ὅτ’ αὐτὸς πρώην ὑπὲρ τοῦ παιδὸς Ἀλεξάνδρου διεξῄει, ὡς ἔν τῳ πότῳ ἡμῶν κιθαρίζοι καὶ λέγοι ῥήσεις τινὰς καὶ ἀντικρούσεις πρὸς ἕτερον παῖδα, καὶ περὶ τούτων δή ποτε αὐτὸς ἐτύγχανε γιγνώσκων πρὸς τὴν βουλὴν ἀπεφήνατο, οὐχ ὡς συμπρεσβευτήν, ἀλλ’ ὡς συγγενῆ τοῖς εἰς τὸν παῖδα σκώμμασιν ἀγανακτῆσαι.

1.169

ἐγὼ δ’ Ἀλεξάνδρῳ μὲν εἰκότως διὰ τὴν ἡλικίαν οὐ διείλεγμαι, Φίλιππον δὲ νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ· ἐὰν δ’ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς ἔργοις γένηται, οἷος νῦν ἐστιν ἐν τοῖς ἐπαγγέλμασιν, ἀσφαλῆ καὶ ῥᾴδιον τὸν καθ’ αὑτοῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δ’ ἐν τῷ βουλευτηρίῳ Δημοσθένει οὐ τὸν παῖδα ἐκθεραπεύων, ἀλλ’ ἐὰν τὰ τοιαῦτα ἀποδέχησθε, ὁμοίαν νομίζων τὴν πόλιν φανήσεσθαι τῇ τοῦ λέγοντος ἀκοσμίᾳ.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.164 Aeschin. 1.167 (English) >>Aeschin. 1.171

Powered by PhiloLogic