Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.161 Aeschin. 1.164 (English) >>Aeschin. 1.167

1.163

ἐμισθωσάμην, ἄνδρες Ἀθηναῖοι, Τίμαρχον ἑταιρεῖν ἐμαυτῷ κατὰ τὸ γραμματεῖον τὸ παρὰ Δημοσθένει κείμενον·” οὐδὲν γὰρ κωλύει οὕτως εἰρῆσθαι· “ δ’ οὐ ποιεῖ μοι τὰ ὡμολογημένα.” καὶ ταῦτ’ ἤδη διέξεισι δηλονότι πρὸς τοὺς δικαστάς, λέγων χρὴ τὸν τοιοῦτον ποιεῖν. ἔπειτα οὐ καταλευσθήσεται μισθούμενος τὸν Ἀθηναῖον παρὰ τοὺς νόμους, καὶ προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν [Note] ὕβριν;

1.164

ἀλλ’ οὐχ οὗτος, ἀλλ’ μισθωθεὶς δικάζεται. λεγέτω δὴ παρελθών, [Note] σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵν’ εἰδῶμεν τί ποτ’ ἐρεῖ. “ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν.” οὐδὲν γὰρ διαφέρει· [Note]κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, χρὴ ποιεῖν τὸν ἑταιροῦντα· οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας.” ἔπειτ’ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται; τίς γὰρ οὐκ ἐρεῖ· “ἔπειτα ἐμβάλλεις [Note] εἰς τὴν ἀγοράν, στεφανοῖ, πράττεις τι τῶν αὐτῶν ἡμῖν;” οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς.

1.165

πόθεν οὖν ἴσχυκε καὶ σύνηθες γεγένηται λέγειν, ὡς κατὰ γραμματεῖον ἤδη τινὲς ἡταίρησαν, ἐρῶ. [Note] ἀνὴρ εἷς τῶν πολιτῶν (τὸ δ’ ὄνομα οὐ λέξω· τὰς γὰρ ἀπεχθείας φεύγω) οὐδὲν προϊδόμενος ὧν ὀλίγῳ πρότερον ἐγὼ διεξῆλθον πρὸς ὑμᾶς, λέγεται κατὰ συνθήκας ἡταιρηκέναι τὰς παρ’ Ἀντικλεῖ κειμένας· οὐκ ὢν δ’ [Note] ἰδιώτης, ἀλλὰ πρὸς τὰ κοινὰ προσιὼν καὶ λοιδορίαις περιπίπτων, εἰς συνήθειαν ἐποίησε τοῦ λόγου τούτου τὴν πόλιν καταστῆναι, καὶ διὰ τοῦτο ἐρωτῶσί τινες, εἰ κατὰ γραμματεῖον πρᾶξις γεγένηται. δὲ νομοθέτης οὐχ ὅπως τὸ πρᾶγμα γεγένηται ἐφρόντισεν, ἀλλ’ ἐὰν ὁπωσοῦν μίσθωσις γένηται, κατέγνωκε τοῦ πράξαντος αἰσχύνην.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.161 Aeschin. 1.164 (English) >>Aeschin. 1.167

Powered by PhiloLogic