Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.159 Aeschin. 1.163 (English) >>Aeschin. 1.165

1.161

ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθ’ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, τῶν νόμων ὡς [Note] οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπ’ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθ’ ὁρᾶν.

1.162

ἔστω γὰρ μὲν μισθωσάμενος δίκαιος εἰς τὸ πρᾶγμα, δὲ μισθωθεὶς ἄδικος καὶ βέβαιος, πάλιν τοὐναντίον μὲν μισθωθεὶς μέτριος καὶ ποιῶν τὰ ὡμολογημένα, δὲ τὴν ἡλικίαν προλαβὼν καὶ μισθωσάμενος ἐψεύσθω· καὶ δικαστὰς ὑμᾶς αὐτοὺς ὑπολάβετε καθῆσθαι. οὐκοῦν πρεσβύτερος, ἀποδοθέντος τοῦ ὕδατος αὐτῷ καὶ λόγου, κατηγορῶν [Note] μετὰ σπουδῆς, βλέπων δηλονότι πρὸς ὑμᾶς, λέξει·

1.163

ἐμισθωσάμην, ἄνδρες Ἀθηναῖοι, Τίμαρχον ἑταιρεῖν ἐμαυτῷ κατὰ τὸ γραμματεῖον τὸ παρὰ Δημοσθένει κείμενον·” οὐδὲν γὰρ κωλύει οὕτως εἰρῆσθαι· “ δ’ οὐ ποιεῖ μοι τὰ ὡμολογημένα.” καὶ ταῦτ’ ἤδη διέξεισι δηλονότι πρὸς τοὺς δικαστάς, λέγων χρὴ τὸν τοιοῦτον ποιεῖν. ἔπειτα οὐ καταλευσθήσεται μισθούμενος τὸν Ἀθηναῖον παρὰ τοὺς νόμους, καὶ προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν [Note] ὕβριν;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.159 Aeschin. 1.163 (English) >>Aeschin. 1.165

Powered by PhiloLogic