Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.159 Aeschin. 1.161 (English) >>Aeschin. 1.164

1.160

ἐὰν δ’ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη, καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτ’ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη δι’ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον [Note] ἐπίτιμον εἶναι.

1.161

ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθ’ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, τῶν νόμων ὡς [Note] οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπ’ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθ’ ὁρᾶν.

1.162

ἔστω γὰρ μὲν μισθωσάμενος δίκαιος εἰς τὸ πρᾶγμα, δὲ μισθωθεὶς ἄδικος καὶ βέβαιος, πάλιν τοὐναντίον μὲν μισθωθεὶς μέτριος καὶ ποιῶν τὰ ὡμολογημένα, δὲ τὴν ἡλικίαν προλαβὼν καὶ μισθωσάμενος ἐψεύσθω· καὶ δικαστὰς ὑμᾶς αὐτοὺς ὑπολάβετε καθῆσθαι. οὐκοῦν πρεσβύτερος, ἀποδοθέντος τοῦ ὕδατος αὐτῷ καὶ λόγου, κατηγορῶν [Note] μετὰ σπουδῆς, βλέπων δηλονότι πρὸς ὑμᾶς, λέξει·



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.159 Aeschin. 1.161 (English) >>Aeschin. 1.164

Powered by PhiloLogic