Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.158 Aeschin. 1.160 (English) >>Aeschin. 1.163

1.159

οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατ’ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν. ἐπειδὴ δὲ ἑκατέρων προελόμενοί τινας διεξεληλύθαμεν, χωρὶς μὲν τοὺς διὰ σωφροσύνης ἐρωμένους, χωρὶς δὲ τοὺς εἰς ἑαυτοὺς ἐξαμαρτάνοντας, ὑμεῖς ἤδη τοῦτ’ ἐρωτηθέντες ἀποκρίνασθε πρὸς ἐμέ, εἰς ὁποτέραν τὴν [Note] τάξιν Τίμαρχον κατανέμετε, πότερα εἰς τοὺς ἐρωμένους εἰς τοὺς πεπορνευμένους. οὐκοῦν μὴ καταλιπὼν ἣν εἵλου συμμορίαν αὐτομολήσῃς εἰς τὰς τῶν ἐλευθέρων διατριβάς.

1.160

ἐὰν δ’ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη, καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτ’ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη δι’ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον [Note] ἐπίτιμον εἶναι.

1.161

ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθ’ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, τῶν νόμων ὡς [Note] οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπ’ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθ’ ὁρᾶν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.158 Aeschin. 1.160 (English) >>Aeschin. 1.163

Powered by PhiloLogic