Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.147 Aeschin. 1.152 (English) >>Aeschin. 1.154

1.150

ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι λέγει Θέτις. ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ’ ἀγορεύεις·
αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος.
τὴν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ
κτεινομένῳ ἐπαμῦναι, μοι πολὺ φίλτατος ἔσκεν.
Hom. Il. 18.95-99

1.151

τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που· δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως
ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ.
Euripides, Sthenoboea: Nauck 672.

1.152

πάλιν τοίνυν αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδ’ ἐκ διαβολῆς, ἀλλ’ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής,
καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο
τἀναντί’ ἔγνων συμφορᾶς μιᾶς πέρι.
κἀγὼ μὲν οὕτω, χὤστις ἔστ’ ἀνὴρ σοφός,
λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν
σκοπῶν δίαιτάν θ’, [Note] ἥντιν’ ἡμερεύεται. [Note]
ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι
τοιοῦτός ἐσθ’ οἵοισπερ ἥδεται [Note] ξυνών.
Euripides, Phoenix: Nauck 812.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.147 Aeschin. 1.152 (English) >>Aeschin. 1.154

Powered by PhiloLogic