Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.146 Aeschin. 1.149 (English) >>Aeschin. 1.152

1.147

ὀδυρόμενος δὲ καὶ τὰς διατριβὰς διεξιὼν ἃς μετ’ ἀλλήλων ζῶντες διέτριβον, λέγει ὅτιοὐκέτι περὶ τῶν μεγίστων, ὥσπερ τὸ πρότερον, καθεζόμενοι μετ’ ἀλλήλων μόνοι ἄπωθεν τῶν ἄλλων φίλων βουλευσόμεθα,” τὴν πίστιν οἶμαι καὶ τὴν εὔνοιαν ποθεινοτάτην ἡγούμενος εἶναι. ἵνα δὲ καὶ διὰ τοῦ μέτρου τὰς γνώμας ἀκούσητε τοῦ ποιητοῦ, ἀναγνώσεται ὑμῖν γραμματεὺς τὰ ἔπη τὰ περὶ τούτων Ὅμηρος πεποίηκε.

1.148

λέγε πρῶτον τὰ περὶ τῆς Ἕκτορος τιμωρίας. ἀλλ’ ἐπεὶ οὖν, φίλ’ ἑταῖρε, σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν,
οὔ σε πρὶν κτεριῶ, πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι
τεύχεα καὶ κεφαλήν, μεγαθύμου σεῖο φονῆος.
Hom. Il. 18.333-35

1.149

ἀναγίγνωσκε δὴ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις. οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλ’ ἐμὲ μὲν Κὴρ
ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ·
καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι,
μαρνάμενον δηίοις Ἑλένης ἕνεκ’ ἠυκόμοιο.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’, Ἀχιλλεῦ,
ἀλλ’ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ,
χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ,
ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν,
εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
ἤγαγεν ὑμέτερόνδ’ ἀνδροκτασίης ὕπο λυγρῆς,
ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος,
νήπιος, οὐκ ἐθέλων, ἀμφ’ ἀστραγάλοισι χολωθείς·
ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
ἔτρεφέ τ’ ἐνδυκέως καὶ σὸν θεράποντ’ ὀνόμηνεν·
ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι.
Hom. Il. 23.77-94



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.146 Aeschin. 1.149 (English) >>Aeschin. 1.152

Powered by PhiloLogic