Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.144 Aeschin. 1.146 (English) >>Aeschin. 1.149

1.145

οὐ τοίνυν ἐνταῦθα μόνον σχετλιάζων φαίνεται, ἀλλ’ οὕτως αὐτὸν ἰσχυρῶς ἐπένθησεν, ὥστε παρὰ Θέτιδος τῆς αὑτοῦ μητρὸς προακούσας ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλ’ ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν, εἵλετο τὴν τοῦ τεθνεῶτος πίστιν μᾶλλον τὴν σωτηρίαν. οὕτω δὲ μεγαλοψύχως ἠπείγετο τὸν φονέα τὸν ἐκείνου τιμωρήσασθαι, ὥστε πάντων αὐτὸν παραμυθουμένων καὶ κελευόντων λούσασθαι καὶ σῖτον προσενέγκασθαι, ἀπόμνυσι μηδὲν τούτων πράξειν, πρὶν ἂν τὴν τοῦ Ἕκτορος κεφαλὴν ἐπὶ τὸν τοῦ Πατρόκλου τάφον ἐνέγκῃ.

1.146

καθεύδοντος δ’ αὐτοῦ ἐπὶ τῇ πυρᾷ, ὥς φησιν ποιητής, εἴδωλον ἐφίσταται Πατρόκλου, καὶ τοιούτων ἐπεμνήσθη καὶ τοιαῦτα ἐπέσκηψε τῷ Ἀχιλλεῖ, ἐφ’ οἷς καὶ δακρῦσαι καὶ ζηλῶσαι τὴν ἀρετὴν καὶ τὴν φιλίαν ἄξιον αὐτῶν ἐστιν. ἐπισκήπτει μὲν γὰρ αὐτῷ, προειπὼν ὅτι οὐδὲ ἐκεῖνος ἀπέχει μακρὰν τῆς τοῦ βίου τελευτῆς, εἴ πως εἴη δυνατόν, προδιοικήσασθαι, ὅπως τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ ἐτράφησαν καὶ ἐβίωσαν ἐν τῷ αὐτῷ, οὕτω καὶ τελευτησάντων αὐτῶν τὰ ὀστᾶ ἐν τῇ αὐτῇ σορῷ κείσεται·

1.147

ὀδυρόμενος δὲ καὶ τὰς διατριβὰς διεξιὼν ἃς μετ’ ἀλλήλων ζῶντες διέτριβον, λέγει ὅτιοὐκέτι περὶ τῶν μεγίστων, ὥσπερ τὸ πρότερον, καθεζόμενοι μετ’ ἀλλήλων μόνοι ἄπωθεν τῶν ἄλλων φίλων βουλευσόμεθα,” τὴν πίστιν οἶμαι καὶ τὴν εὔνοιαν ποθεινοτάτην ἡγούμενος εἶναι. ἵνα δὲ καὶ διὰ τοῦ μέτρου τὰς γνώμας ἀκούσητε τοῦ ποιητοῦ, ἀναγνώσεται ὑμῖν γραμματεὺς τὰ ἔπη τὰ περὶ τούτων Ὅμηρος πεποίηκε.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.144 Aeschin. 1.146 (English) >>Aeschin. 1.149

Powered by PhiloLogic