Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.130 Aeschin. 1.134 (English) >>Aeschin. 1.137

1.132

ἀναβήσεται δ’ ἐν τῇ ἀπολογίᾳ καὶ τῶν στρατηγῶν τις, ὡς ἀκούω, ὑπτιάζων καὶ κατασκοπούμενος ἑαυτόν, ὡς ἐν παλαίστραις καὶ διατριβαῖς γεγονώς· ὃς ἐπιχειρήσει διασύρειν τὴν ὅλην ἔνστασιν τοῦ ἀγῶνος, οὐ κρίσιν ἐξευρηκέναι με φάσκων, ἀλλὰ δεινῆς ἀπαιδευσίας ἀρχήν, παραφέρων πρῶτον μὲν τοὺς εὐεργέτας τοὺς ὑμετέρους, Ἁρμόδιον καὶ Ἀριστογείτονα, καὶ τὴν πρὸς ἀλλήλους πίστιν καὶ τὸ πρᾶγμα ὡς συνήνεγκε τῇ πόλει διεξιών·

1.133

οὐκ ἀφέξεται δέ, ὥς φασιν, οὐδὲ τῶν Ὁμήρου ποιημάτων οὐδὲ τῶν ὀνομάτων τῶν ἡρωικῶν, ἀλλὰ καὶ τὴν λεγομένην γενέσθαι φιλίαν δι’ ἔρωτα Πατρόκλου καὶ Ἀχιλλέως ὑμνήσει, καὶ τὸ κάλλος, ὥσπερ οὐ πάλαι μακαριζόμενον, ἂν τύχῃ σωφροσύνης, νῦν ἐγκωμιάσεται. εἰ γὰρ τὴν τοῦ σώματος εὐπρέπειαν ταύτην τινὲς διαβάλλοντες συμφορὰν τοῖς ἔχουσι καταστήσουσιν, οὐ ταὐτὰ κοινῇ ψηφιεῖσθαί φησιν ὑμᾶς καὶ ἰδίᾳ εὔχεσθαι·

1.134

ἄτοπον γὰρ εἶναι δοκεῖν [Note] αὐτῷ, εἰ τοὺς μὲν υἱεῖς τοὺς μηδέπω γεγονότας ἅπαντες εὔχεσθε οἱ μέλλοντες παιδοποιεῖσθαι καλοὺς κἀγαθοὺς τὰς ἰδέας φῦναι καὶ τῆς πόλεως ἀξίους, τοὺς δ’ ἤδη γεγονότας, ἐφ’ οἷς προσήκει σεμνύνεσθαι τὴν πόλιν, ἐὰν κάλλει καὶ ὥρᾳ διενεγκόντες ἐκπλήξωσί τινας καὶ περιμάχητοι ἐξ ἔρωτος γένωνται, τούτους ὡς ἔοικεν Αἰσχίνῃ πεισθέντες ἀτιμώσετε.

1.135

κἀνταῦθα δή τινα καταδρομήν, ὡς ἀκούω, μέλλει ποιεῖσθαι περὶ ἐμοῦ, ἐπερωτῶν εἰ οὐκ αἰσχύνομαι αὐτὸς μὲν ἐν τοῖς γυμνασίοις ὀχληρὸς ὢν καὶ πλείστων ἐραστὴς γεγονώς, τὸ δὲ πρᾶγμα εἰς ὄνειδος καὶ κινδύνους καθιστάς. καὶ τὸ τελευταῖον, ὡς ἀπαγγέλλουσί τινές μοι, εἰς γέλωτα καὶ λῆρόν τινα προτρεπόμενος ὑμᾶς, ἐπιδείξεσθαί [Note] μου φησὶν ὅσα πεποίηκα ἐρωτικὰ εἴς τινας ποιήματα, καὶ λοιδοριῶν τινων καὶ πληγῶν ἐκ τοῦ πράγματος, αἳ περὶ ἐμὲ γεγένηνται, μαρτυρίας φησὶ παρέξεσθαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.130 Aeschin. 1.134 (English) >>Aeschin. 1.137

Powered by PhiloLogic