Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.129 Aeschin. 1.133 (English) >>Aeschin. 1.135

1.131

ἐπεὶ καὶ περὶ τῆς Δημοσθένους ἐπωνυμίας, οὐ κακῶς ὑπὸ τῆς φήμης, ἀλλ’ οὐχ ὑπὸ τῆς τίτθης, Βάταλος προσαγορεύεται, ἐξ ἀνανδρίας καὶ κιναιδίας ἐνεγκάμενος τοὔνομα. εἰ γάρ τίς σου τὰ κομψὰ ταῦτα χλανίσκια περιελόμενος καὶ τοὺς μαλακοὺς χιτωνίσκους, ἐν οἷς τοὺς κατὰ τῶν φίλων λόγους γράφεις, περιενέγκας δοίη εἰς τὰς χεῖρας τῶν δικαστῶν, οἶμαι ἂν αὐτούς, εἴ τις μὴ προειπὼν τοῦτο ποιήσειεν, ἀπορῆσαι εἴτε ἀνδρὸς εἴτε γυναικὸς εἰλήφασιν ἐσθῆτα.

1.132

ἀναβήσεται δ’ ἐν τῇ ἀπολογίᾳ καὶ τῶν στρατηγῶν τις, ὡς ἀκούω, ὑπτιάζων καὶ κατασκοπούμενος ἑαυτόν, ὡς ἐν παλαίστραις καὶ διατριβαῖς γεγονώς· ὃς ἐπιχειρήσει διασύρειν τὴν ὅλην ἔνστασιν τοῦ ἀγῶνος, οὐ κρίσιν ἐξευρηκέναι με φάσκων, ἀλλὰ δεινῆς ἀπαιδευσίας ἀρχήν, παραφέρων πρῶτον μὲν τοὺς εὐεργέτας τοὺς ὑμετέρους, Ἁρμόδιον καὶ Ἀριστογείτονα, καὶ τὴν πρὸς ἀλλήλους πίστιν καὶ τὸ πρᾶγμα ὡς συνήνεγκε τῇ πόλει διεξιών·

1.133

οὐκ ἀφέξεται δέ, ὥς φασιν, οὐδὲ τῶν Ὁμήρου ποιημάτων οὐδὲ τῶν ὀνομάτων τῶν ἡρωικῶν, ἀλλὰ καὶ τὴν λεγομένην γενέσθαι φιλίαν δι’ ἔρωτα Πατρόκλου καὶ Ἀχιλλέως ὑμνήσει, καὶ τὸ κάλλος, ὥσπερ οὐ πάλαι μακαριζόμενον, ἂν τύχῃ σωφροσύνης, νῦν ἐγκωμιάσεται. εἰ γὰρ τὴν τοῦ σώματος εὐπρέπειαν ταύτην τινὲς διαβάλλοντες συμφορὰν τοῖς ἔχουσι καταστήσουσιν, οὐ ταὐτὰ κοινῇ ψηφιεῖσθαί φησιν ὑμᾶς καὶ ἰδίᾳ εὔχεσθαι·



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.129 Aeschin. 1.133 (English) >>Aeschin. 1.135

Powered by PhiloLogic