Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.118 Aeschin. 1.122 (English) >>Aeschin. 1.124

1.120

ἐγὼ δὲ πρὸς ταῦτα, ἄνδρες Ἀθηναῖοι, σκέψασθ’ ἂν ἁπλοῦν ὑμῖν καὶ ἐλευθέριον δόξω λόγον λέγειν. αἰσχύνομαι γὰρ ὑπὲρ τῆς πόλεως, εἰ Τίμαρχος, τοῦ δήμου σύμβουλος καὶ τὰς εἰς τὴν Ἑλλάδα τολμῶν πρεσβείας πρεσβεύειν, μὴ τὸ πρᾶγμα ὅλον ἀποτρίψασθαι ἐπιχειρήσει, ἀλλὰ τοὺς τόπους ἐπερωτήσει ὅπου ἐκαθέζετο, καὶ τοὺς τελώνας, εἰ πώποτε παρ’ αὐτοῦ τὸ πορνικὸν τέλος εἰλήφασιν.

1.121

ταύτης μὲν οὖν τῆς ἀπολογίας ὑμῶν ἕνεκα παραχωρησάτω· ἕτερον δ’ ἐγώ σοι λόγον ὑποβαλῶ καλὸν καὶ δίκαιον, χρήσῃ, εἰ μηδὲν αἰσχρὸν σαυτῷ σύνοισθα. τόλμησον γὰρ εἰς τοὺς δικαστὰς βλέψας εἰπεῖν προσήκει ἀνδρὶ σώφρονι τὰ περὶ τὴν ἡλικίαν· “ἄνδρες Ἀθηναῖοι, τέθραμμαι μὲν ἐκ παιδὸς καὶ μειρακίου παρ’ ὑμῖν, οὐκ ἀφανεῖς δὲ διατριβὰς διατρίβω, ἀλλ’ ἐν ταῖς ἐκκλησίαις μεθ’ ὑμῶν ὁρῶμαι.

1.122

οἶμαι δ’ ἄν, εἰ πρὸς ἄλλους τινὰς ἦν λόγος μοι περὶ τῆς αἰτίας ἧς κρίνομαι, ταῖς ὑμετέραις μαρτυρίαις ῥᾳδίως ἂν ἀπολύσασθαι τοὺς τοῦ κατηγόρου λόγους. μὴ γὰρ ὅτι, εἰ πέπρακταί μοι τι τούτων, ἀλλ’ εἰ δοκῶ ὑμῖν παραπλησίως βεβιωκέναι ταῖς λεγομέναις ὑπὸ τούτου αἰτίαις, ἀβίωτον ἡγούμενος [Note] ἐμαυτῷ τὸν λοιπὸν βίον, παραδίδωμι τὴν εἰς ἐμαυτὸν τιμωρίαν ἐναπολογήσασθαι τῇ πόλει πρὸς τοὺς Ἕλληνας, οὐδ’ ἥκω παραιτησόμενος ὑμᾶς, ἀλλὰ καταχρήσασθέ μοι, εἰ δοκῶ τοιοῦτος εἶναι.”

αὕτη μέν ἐστιν, Τίμαρχε, ἀνδρὸς ἀγαθοῦ καὶ σώφρονος ἀπολογία, καὶ πεπιστευκότος τῷ βίῳ καὶ καταφρονοῦντος εἰκότως ἁπάσης βλασφημίας· δὲ πείθει σε Δημοσθένης, [Note]



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.118 Aeschin. 1.122 (English) >>Aeschin. 1.124

Powered by PhiloLogic