Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.117 Aeschin. 1.120 (English) >>Aeschin. 1.123

1.119

γὰρ περιττὸς ἐν τοῖς λόγοις Δημοσθένης τοὺς νόμους φησὶν ὑμᾶς ἐξαλείφειν δεῖν, τοῖς ἐμοῖς λόγοις οὐκ εἶναι προσεκτέον. ἀποθαυμάζει γάρ, εἰ μὴ πάντες μέμνησθ’ ὅτι καθ’ ἕκαστον ἐνιαυτὸν βουλὴ πωλεῖ τὸ πορνικὸν τέλος· καὶ τοὺς πριαμένους τὸ τέλος οὐκ εἰκάζειν, ἀλλ’ ἀκριβῶς εἰδέναι τοὺς ταύτῃ χρωμένους τῇ ἐργασίᾳ. ὁπότε δὴ οὖν τετόλμηκα ἀντιγράψασθαι πεπορνευμένῳ Τιμάρχῳ μὴ ἐξεῖναι δημηγορεῖν, ἀπαιτεῖν φησι τὴν πρᾶξιν αὐτὴν οὐκ αἰτίαν κατηγόρου, ἀλλὰ μαρτυρίαν τελώνου τοῦ παρὰ Τιμάρχου τοῦτο ἐκλέξαντος τὸ τέλος.

1.120

ἐγὼ δὲ πρὸς ταῦτα, ἄνδρες Ἀθηναῖοι, σκέψασθ’ ἂν ἁπλοῦν ὑμῖν καὶ ἐλευθέριον δόξω λόγον λέγειν. αἰσχύνομαι γὰρ ὑπὲρ τῆς πόλεως, εἰ Τίμαρχος, τοῦ δήμου σύμβουλος καὶ τὰς εἰς τὴν Ἑλλάδα τολμῶν πρεσβείας πρεσβεύειν, μὴ τὸ πρᾶγμα ὅλον ἀποτρίψασθαι ἐπιχειρήσει, ἀλλὰ τοὺς τόπους ἐπερωτήσει ὅπου ἐκαθέζετο, καὶ τοὺς τελώνας, εἰ πώποτε παρ’ αὐτοῦ τὸ πορνικὸν τέλος εἰλήφασιν.

1.121

ταύτης μὲν οὖν τῆς ἀπολογίας ὑμῶν ἕνεκα παραχωρησάτω· ἕτερον δ’ ἐγώ σοι λόγον ὑποβαλῶ καλὸν καὶ δίκαιον, χρήσῃ, εἰ μηδὲν αἰσχρὸν σαυτῷ σύνοισθα. τόλμησον γὰρ εἰς τοὺς δικαστὰς βλέψας εἰπεῖν προσήκει ἀνδρὶ σώφρονι τὰ περὶ τὴν ἡλικίαν· “ἄνδρες Ἀθηναῖοι, τέθραμμαι μὲν ἐκ παιδὸς καὶ μειρακίου παρ’ ὑμῖν, οὐκ ἀφανεῖς δὲ διατριβὰς διατρίβω, ἀλλ’ ἐν ταῖς ἐκκλησίαις μεθ’ ὑμῶν ὁρῶμαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.117 Aeschin. 1.120 (English) >>Aeschin. 1.123

Powered by PhiloLogic