Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.114 Aeschin. 1.117 (English) >>Aeschin. 1.120

1.116

περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε [Note] μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δ’ ὑμᾶς ὑπομέμνηκε [Note] καὶ παρ’ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφ’ οἷς ἐμαυτόν τ’ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν [Note] καὶ παρακολουθεῖν εὐμαθῶς.

1.117

ἔστι δ’ μὲν πρότερός μοι λόγος προδιήγησις τῆς ἀπολογίας ἧς ἀκούω μέλλειν γίγνεσθαι, ἵνα μὴ τοῦτο ἐμοῦ παραλιπόντος τὰς τῶν λόγων τέχνας κατεπαγγελλόμενος τοὺς νέους διδάσκειν ἀπάτῃ τινὶ παραλογισάμενος ὑμᾶς ἀφέληται τὸ τῆς πόλεως συμφέρον. δὲ δεύτερός ἐστί μοι λόγος παράκλησις τῶν πολιτῶν πρὸς ἀρετήν. ὁρῶ δὲ πολλοὺς μὲν τῶν νεωτέρων προσεστηκότας πρὸς τῷ δικαστηρίῳ, πολλοὺς δὲ τῶν πρεσβυτέρων, οὐκ ἐλαχίστους δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος συνειλεγμένους ἐπὶ τὴν ἀκρόασιν·

1.118

οὓς μὴ νομίζετ’ ἐμὲ θεωρήσοντας ἥκειν, ἀλλὰ πολὺ μᾶλλον ὑμᾶς εἰσομένους, εἰ μὴ μόνον εὖ νομοθετεῖν ἐπίστασθε, ἀλλὰ καὶ κρίνειν τὰ καλὰ καὶ τὰ μὴ καλὰ δύνασθε, καὶ εἰ τιμᾶν ἐπίστασθε τοὺς ἀγαθοὺς ἄνδρας, καὶ εἰ θέλετε κολάζειν τοὺς ὀνείδη τὸν ἑαυτῶν βίον τῇ πόλει κατασκευάζοντας. [Note] λέξω δὲ πρῶτον πρὸς ὑμᾶς περὶ τῆς ἀπολογίας.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.114 Aeschin. 1.117 (English) >>Aeschin. 1.120

Powered by PhiloLogic