Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.109 Aeschin. 1.112 (English) >>Aeschin. 1.115

1.111

θαυμασάντων δ’ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς λόγος, εἶπε μικρὸν διαλιπών· “ἀγνοεῖτε,” ἔφη, “ τι λέγω; μὲν ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκεῖνος νυνί,” ἔφη, “πρότερον δ’ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή· δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ.” μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. διδάξας δὲ ταῦτα, “τί οὖν ἐστιν,” ἔφη, “ ἄνδρες Ἀθηναῖοι, συμβουλεύω ὑμῖν; ἐὰν μὲν βουλὴ καταγνοῦσα τουτουὶ [Note] καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλ’ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.”

1.112

μετὰ ταῦτα ὡς ἐπανῆλθεν βουλὴ εἰς τὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο. ὅτι δ’ οὐ παρέδωκε δικαστηρίῳ οὐδ’ ἐξήλασεν ἐκ τοῦ βουλευτηρίου, ἄχθομαι μὲν λέγων, ἀνάγκη δ’ ἐστὶν εἰπεῖν, ὅτι τῆς δωρεᾶς ἀπέτυχε. [Note] μὴ τοίνυν φανῆτε, ἄνδρες Ἀθηναῖοι, τῇ μὲν βουλῇ χαλεπήναντες καὶ πεντακοσίους ἄνδρας τῶν πολιτῶν ἀστεφανώτους ποιήσαντες, ὅτι τοῦτον οὐκ ἐτιμωρήσατο, αὐτοὶ δὲ ἀφῆτε, καὶ τὸν τῇ βουλῇ μὴ συνενεγκόντα ῥήτορα, τοῦτον τῷ δήμῳ περιποιήσητε.

1.113

ἀλλὰ περὶ μὲν τὰς κληρωτὰς ἀρχάς ἐστι τοιοῦτος, περὶ δὲ τὰς χειροτονητὰς βελτίων. καὶ τίς ὑμῶν οὐκ οἶδεν ὡς περιβοήτως ἐξηλέγχθη κλέπτης ὤν; πεμφθεὶς γὰρ ὑφ’ ὑμῶν ἐξεταστὴς τῶν ἐν Ἐρετρίᾳ ξένων, μόνος τῶν ἐξεταστῶν ὡμολόγει λαβεῖν ἀργύριον, καὶ οὐ περὶ τοῦ πράγματος ἀπελογεῖτο, ἀλλ’ εὐθὺς περὶ τοῦ τιμήματος ἱκέτευεν ὁμολογῶν ἀδικεῖν. ὑμεῖς δὲ τοῖς μὲν ἐξάρνοις ἐτιμήσατε ταλάντου ἑκάστῳ, τούτῳ δὲ τριάκοντα μνῶν. οἱ δὲ νόμοι κελεύουσι τῶν κλεπτῶν τοὺς μὲν ὁμολογοῦντας θανάτῳ ζημιοῦσθαι, τοὺς δ’ ἀρνουμένους κρίνεσθαι. Τοιγάρτοι οὕτως ὑμῶν κατεφρόνησεν,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.109 Aeschin. 1.112 (English) >>Aeschin. 1.115

Powered by PhiloLogic