Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.108 Aeschin. 1.111 (English) >>Aeschin. 1.113

1.109

πόθεν; οὗτος, ἄνδρες Ἀθηναῖοι, βουλευτής ἐγένετο ἐπὶ ἄρχοντος Νικοφήμου. ἅπαντα μὲν οὖν διεξελθεῖν ἐν τούτῳ τῷ ἐνιαυτῷ ἐκακούργησε, πρὸς μικρὸν μέρος ἡμέρας οὐκ ἄξιον ἐπιχειρεῖν· δ’ ἐστὶν ἐγγυτάτω τῆς αἰτίας καθ’ ἣν παροῦσα κρίσις ἐστί, ταῦτ’ ἐρῶ διὰ βραχέων.

1.110

ἐπὶ τοίνυν τοῦ αὐτοῦ ἄρχοντος ὅθ’ οὗτος ἐβούλευεν, ταμίας ἦν τῶν τῆς θεοῦ Ἡγήσανδρος Κρωβύλου ἀδελφός, ἔκλεπτον δὲ τῆς πόλεως κοινῇ καὶ μάλα φιλεταίρως χιλίας δραχμάς. αἰσθόμενος δὲ τὸ πρᾶγμα ἀνὴρ ἐπιεικής, Πάμφιλος Ἀχερδούσιος, προσκρούσας τι τούτῳ καὶ παροξυνθείς, ἐκκλησίας οὔσης εἶπεν ἀναστάς· “ ἄνδρες Ἀθηναῖοι, κλέπτουσιν ὑμῶν ἀνὴρ καὶ γυνὴ κοινῇ χιλίας δραχμάς.”

1.111

θαυμασάντων δ’ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς λόγος, εἶπε μικρὸν διαλιπών· “ἀγνοεῖτε,” ἔφη, “ τι λέγω; μὲν ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκεῖνος νυνί,” ἔφη, “πρότερον δ’ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή· δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ.” μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. διδάξας δὲ ταῦτα, “τί οὖν ἐστιν,” ἔφη, “ ἄνδρες Ἀθηναῖοι, συμβουλεύω ὑμῖν; ἐὰν μὲν βουλὴ καταγνοῦσα τουτουὶ [Note] καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλ’ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.”



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.108 Aeschin. 1.111 (English) >>Aeschin. 1.113

Powered by PhiloLogic