τί δὲ προσδοκᾶτε; τὸν Ἀθήνησιν ὑβριστὴν οὐκ εἰς τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ εἰς τὸ σῶμα τὸ ἑαυτοῦ, νόμων ὄντων, ὑμῶν ὁρώντων, ἐχθρῶν ἐφεστηκότων, τοῦτον τὸν [Note] αὐτὸν λαβόντα ἄδειαν καὶ ἐξουσίαν καὶ ἀρχήν, τίς ἂν ἐλπίσειεν ἀπολελοιπέναι τι τῶν ἀσελγεστάτων ἔργων; ἤδη νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω πολλάκις ἐνεθυμήθην τὴν εὐτυχίαν τὴν τῆς ὑμετέρας πόλεως, κατὰ πολλὰ μὲν καὶ ἄλλα, οὐχ ἥκιστα δὲ καὶ κατὰ τοῦτο, [Note] ὅτι κατ’ ἐκείνους τοὺς χρόνους οὐδεὶς ἐγένετο τῆς Ἀνδρίων πόλεως ὠνητής. Ἀλλὰ καθ’ αὑτὸν μὲν ἄρχων φαῦλος ἦν, μετὰ πλειόνων δὲ ἐπιεικής.