Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.103 Aeschin. 1.107 (English) >>Aeschin. 1.109

1.105

ἀλλ’ ἴσως ἄν τις εἴποι, ὡς ἀποδόμενος τὴν πατρῴαν οἰκίαν ἑτέραν ἄλλοθί του τοῦ ἄστεως ἐκτήσατο, ἀντὶ δὲ τῆς ἐσχατιᾶς καὶ τοῦ χωρίου τοῦ Ἀλωπεκῆσι καὶ τῶν δημιουργῶν καὶ τῶν ἄλλων εἰς τἀργύρειά τι κατεσκευάσατο, ὥσπερ καὶ πατὴρ αὐτοῦ πρότερον. ἀλλ’ οὐκ ἔστι τούτῳ λοιπὸν οὐκ οἰκία, οὐ συνοικία, οὐ συνοικία, οὐ χωρίον, οὐκ οἰκέται, οὐ δάνεισμα, οὐκ ἄλλ’ οὐδὲν ἀφ’ ὧν ἄνθρωποι μὴ κακοῦργοι ζῶσιν. ἀλλὰ τούτῳ ἀντὶ τῶν πατρῴων περίεστι βδελυρία, συκοφαντία, θράσος, τρυφή, δειλία, ἀναίδεια, τὸ μὴ ἐπίστασθαι ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχροῖς· ἐξ ὧν ἂν κάκιστος καὶ ἀλυσιτελέστατος πολίτης γένοιτο.

1.106

οὐ τοίνυν μόνον τὰ πατρῷα κατεδήδοκεν, ἀλλὰ καὶ τὰ κοινὰ τὰ ὑμέτερα, ὅσων πώποτε κύριος γέγονεν. οὗτος γὰρ ταύτην τὴν ἡλικίαν ἔχων ἣν ὑμεῖς ὁρᾶτε, οὐκ ἔστιν ἥντινα [Note] οὐκ ἧρξεν ἀρχήν, οὐδεμίαν λαχὼν οὐδὲ χειροτονηθείς, ἀλλὰ πάσας παρὰ τοὺς νόμους πριάμενος. ὧν τὰς μὲν πλείστας παρήσω, δυοῖν δ’ τριῶν μόνον μνησθήσομαι.

1.107

λογιστὴς γὰρ γενόμενος πλεῖστα μὲν τὴν πόλιν ἔβλαψε δῶρα λαμβάνων παρὰ τῶν μὴ [Note] δικαίως ἀρξάντων, μάλιστα δ’ ἐσυκοφάντησε τῶν ὑπευθύνων τοὺς μηδὲν ἠδικηκότας. ἦρξε δ’ ἐν Ἄνδρῳ πριάμενος τριάκοντα μνῶν τὴν ἀρχήν, δανεισάμενος ἐπ’ ἐννέα ὀβολοῖς τὴν μνᾶν, εὐπορίαν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ τοὺς συμμάχους τοὺς ὑμετέρους ποιούμενος· καὶ τοσαύτην ἀσέλγειαν ἐπεδείξατο εἰς ἐλευθέρων ἀνθρώπων γυναῖκας ἡλίκην οὐδεὶς πώποθ’ ἕτερος. ὧν οὐδένα ἐγὼ παρακαλῶ δεῦρο τὴν αὑτοῦ συμφοράν, ἣν εἵλετο σιγᾶν, εἰς πολλοὺς ἐκμαρτυρήσοντα, ἀλλ’ ὑμῖν τοῦτο καταλείπω σκοπεῖν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.103 Aeschin. 1.107 (English) >>Aeschin. 1.109

Powered by PhiloLogic