Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.98 Aeschin. 1.100 (English) >>Aeschin. 1.103

1.99

τὸ δ’ Ἀλωπεκῆσι χωρίον, ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλ’ εἰ μή τι ἄλλο, ἐνταφῆναί γ’ [Note] ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτ’ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλ’ ἅπαντας πέπρακε. καὶ ταῦθ’ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω.

1.100

ὡς δὲ καὶ ἀργύριόν τισιν ἐδάνεισεν, κομισάμενος οὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμῖν τὸν Σφήττιον, ὃς ὠφείλησε μὲν ἐκείνῳ πλείους τριάκοντα μνᾶς, δ’ ἦν ὑπόλοιπον τελευτήσαντος τοῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπτὰ μνᾶς. [Note] καί μοι κάλει Μεταγένην Σφήττιον. [Note] πασῶν δὲ πρώτην ἀνάγνωθι τὴν Ναυσικράτους μαρτυρίαν τοῦ τὴν οἰκίαν πριαμένου· καὶ τὰς ἄλλας ἁπάσας λαβὲ περὶ ὧν ἐμνήσθην ἐν τῷ αὐτῷ. [Note]Μαρτυρίαι

1.101

ὡς τοίνυν ἐκέκτητο πατὴρ αὐτοῦ ἀργύριον οὐκ ὀλίγον, οὗτος ἠφάνικε, τοῦθ’ ὑμῖν ἐπιδείξω. φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο ἦν αὐτῷ κτήματα ἄνευ τῶν ἀρτίως εἰρημένων, χωρίον Κηφισιᾶσιν, ἕτερον [Note] Ἀμφιτροπῆσιν, ἐργαστήρια δύο ἐν τοῖς ἀργυρείοις, ἓν μὲν ἐν Αὐλῶνι, ἕτερον δ’ ἐπὶ Θρασύλλῳ.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 1.98 Aeschin. 1.100 (English) >>Aeschin. 1.103

Powered by PhiloLogic