Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 895 Aesch. Supp. 902 (English) >>Aesch. Supp. 930

902 Κῆρυξ εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός διωλόμεσθ’· ἄσεπτ’, ἄναξ, πάσχομεν
Κῆρυξ
905πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα
ὄψεσθε· θαρσεῖτ’, οὐκ ἐρεῖτ’ ἀναρχίαν.
<Χορός> ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
<Κῆρυξ> ἕλξειν ἔοιχ’ ὑμᾶς ἀποσπάσας κόμης,
910ἐπεὶ οὐκ ἀκούετ’ ὀξὺ τῶν ἐμῶν λόγων.
Βασιλεύς οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδ’ ἀτιμάζεις χθόνα;
ἀλλ’ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν δ’ Ἕλλησιν ἐγχλίεις ἄγαν·
915καὶ πόλλ’ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
Κῆρυξ τί δ’ ἠμπλάκηται τῶνδ’ ἐμοὶ δίκης ἄτερ;
Βασιλεύς ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ πῶς δ’ οὐχί; τἄμ’ ὀλωλόθ’ εὑρίσκων ἄγω.
Βασιλεύς ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ
920Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
Βασιλεύς θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κῆρυξ τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς οἱ δ’ ἐνθάδ’ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κῆρυξ ἄγοιμ’ ἄν, εἴ τις τάσδε μὴ ’ξαιρήσεται.
Βασιλεύς
925κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλ’ ἐς μακράν.
Κῆρυξ ἤκουσα τοὔπος <δ’> οὐδαμῶς φιλόξενον.
Βασιλεύς οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ λέγοιμ’ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς ἀβουκόλητον τοῦτ’ ἐμῷ, φρονήματι.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 895 Aesch. Supp. 902 (English) >>Aesch. Supp. 930

Powered by PhiloLogic