Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 757 Aesch. Supp. 760 (English) >>Aesch. Supp. 776

Δαναός 760ἀλλ’ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν
εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
Χορός ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.
Δαναός οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
765οὐδ’ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
ἐς γῆν ἐνεγκεῖν, οὐδ’ ἐν ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτ’ ἀποστείχοντος ἡλίου. φιλεῖ
770ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτ’ ἂν οὐδ’ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·

πράξας ἀρωγήν· ἄγγελον δ’ οὐ μέμψεται
775πόλις γέρονθ’, ἡβῶντα δ’ εὐγλώσσῳ φρενί.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 757 Aesch. Supp. 760 (English) >>Aesch. Supp. 776

Powered by PhiloLogic