Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 704 Aesch. Supp. 710 (English) >>Aesch. Supp. 736

Δαναός 710εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.
ὑμεῖς δὲ μὴ τρέσητ’ ἀκούσασαι πατρὸς
ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
ἱκεταδόκου γὰρ τῆσδ’ ἀπὸ σκοπῆς ὁρῶ
τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·
715στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ’ ὁδόν,
οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.
πρέπουσι δ’ ἄνδρες νάιοι μελαγχίμοις
720γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
καὶ τἄλλα πλοῖα πᾶσά θ’ ’πικουρία
εὔπρεπτος· αὐτὴ δ’ ἡγεμὼν ὑπὸ χθόνα
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
ἀλλ’ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
725πρὸς πρᾶγμ’ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
ἐγὼ δ’ ἀρωγοὺς ξυνδίκους θ’ ἥξω λαβών.
ἴσως γὰρ ἂν κῆρυξ τις πρέσβη μόλοι,
ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
ἀλλ’ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.
730ὅμως <δ’> ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
θάρσει· χρόνῳ τοι κυρίῳ τ’ ἐν ἡμέρᾳ
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
735ἥκουσι· μῆκος δ’ οὐδὲν ἐν μέσῳ χρόνου.


Aeschylus, Suppliant Women (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Supp.].
<<Aesch. Supp. 704 Aesch. Supp. 710 (English) >>Aesch. Supp. 736

Powered by PhiloLogic